985 occurences of Cult personnel in 151 files.
-
CGRN 206
Decree concerning the priesthood of Asclepius at Pergamon
Date:- 2nd century BC (after 133?)
εἰκάδι· ἔγνω βουλὴ καὶ δῆμος γνώμηι
στρατηγῶν περὶ τῆς ἱερωσύνης τοῦ Ἀσκληπι[οῦ],
ὅπως ὑπάρχηι εἰς τὸν ἅπαντα χρόνονἈσκληπιάδου· τύχηι τῆι ἀγαθῆι· δεδόχθαι
τῆι βουλῆι καὶ τῶι δήμωι· τὴν μὲν ἱερωσύνην
τοῦ Ἀσκληπιοῦ καὶ τῶν ἄλλων θεῶν τῶν ἐν τῶιεἰς ἅπαν[τ]α [τ]ὸν χρόνον καὶ στεφανηφορεῖν αὐτῶν
ἀεὶ τὸν ἔχοντα τὴν ἱερωσύνην, λαμβάνειν δὲ
καὶ γέρα τῶν θυομένων ἱερείων ἐν τῶι ἱερῶιἀεὶ τῶι τὸν στέφανον ἔχοντι, ἀναγορεύεσθαι δ[ὲ]
εἰς προεδρίαν τὸν ἱερέα ἐν ἅπασι τοῖς ἀγῶσιν.
ἐπιμελεῖσθαι δὲ καὶ τῆς εὐκοσμίας τῆς κατὰ τὸ ἱερ[ὸν]
25 πάσης τὸν ἱερέα ὡς ἂν αὐτῶι δοκῆ[ι]
καλῶς ἔχειν καὶ ὁσίως, κυριεύοντα τῶν ἱερῶν παίδων·
ὅπως δὲ ταῦτα εἰς τὸν ἅπαντα χρόνον διαμένηι -
CGRN 208
Contract of sale for the priesthood of Homonoia on Kos
Date:- ca. 150-101 BC
5 [..?.. τοὶ πρ]ο[σ]τάται ἐπικλαρούντω ἐπὶ φυλὰν καὶ δᾶμ[ον ..4..]
[..?.. κ]αὶ τριακάδα, αἴ κα ὁ ἱερεὺς ἀντιφωνῆι αὐτοῖς τὰν θυσ[ί]-
[αν ἐπιτετε]λέσ[θ]αι· αἰ [δέ] κα ἐπικλαρώσωντ[ι] μὴ ἀντιφωνήσαντος τοῦ
[ἱερέως], ἀποτεισάντω ἐπιτίμιον τ[ῶ]ι τειχοποίαι δραχμὰς χειλίας ἐν
[εὐ]θύναις· θυόντω δὲ κ[αὶ ὁ] γυμνασίαρχος καὶ ὁ ἀγωνοθέτας ἕκαστος10 αὐτῶν ἱερεῖον τέλειον ἀπὸ δραχμᾶν εἴκοσι πέντε, ἐπεί κα αἱρεθέωντι·
κατὰ ταὐτὰ δὲ θυόντω καὶ τοὶ αἱρεύμενοι ἱεροφύλακες τοὶ μὲν τὰν χει-
μερινὰν ἄρχοντες Θε[υ]δαισίου ἐ[ν]άται, τοὶ δὲ τὰν θερινὰν Ὑακινθίου τέσ-τὰν Ἀσκλαπιείων ἱερεῖον βοϊκὸν ἀπὸ δραχμᾶν διακοσιᾶν πεντή-
κοντα· ὁ ἀεὶ ἱερεὺς τὰ ἱερὰ πᾶσι τοῖς θύουσιν ἐπὶ τοῦ βωμοῦ ἐπιτιθέτω οἷς δὲ πο-
τιτέτακται θύεν τᾶι Ὁμονοίαι κατὰ τάνδε τὰν διαγραφάν· αἴ κα μὴ θύσων-
20τι, ὀφειλόντω ἐπιτίμιον τῶι μὲν ἱερεῖ τοῦ μέρους δραχμὰς τριάκοντα
καὶ ἡ πρᾶξ̣ις ἔστω τῶι ἱερεῖ καὶ ἄ[λ]λ[ωι] τῶν τελεσάντων τὰς θυσίας καθά-
περ ἐκ δίκα[ς]· τᾶι δὲ θεᾶι [τ]εισ[ά]ντω ἐπιτίμιον δραχμὰς πεντήκοντα,
[ἁ] δὲ πρᾶξις ἔστω ὑπὲρ τᾶς θεοῦ τῶι τε ἱερεῖ καὶ ἄλλωι τῶι χρῄζοντι
καὶ ἔστω ἐς κατασκευὰν ἀργυρωμάτων· τὰ δὲ ἱερεῖα τὰ θυόμενα τᾶι
25 Ὁμονοίαι δο[κ]ιμασ[θέν]τ̣[ω] πάντα ὑπό τε τοῦ ἱερέως καὶ τῶν ἐξαγητᾶν ὅσ-
σοις τοὶ ταμίαι διαγράφοντι ἐς τὰς θυσίας· ὁ δὲ πριάμενος τὰν ἱε-[κ]τονος καὶ δοκιμασθῆι ὑπὸ τοῦ δοκιμαστᾶ ἐπιγράψας ὁ ἐπιστάτας ἐπὶ τῶν
ἀργυρωμάτων "πόλιος ἐκ Κῶ· ἱερὰ Ὁμονοίας" καὶ τοῦ ἱερέως πατρόθεν τὸ
50 ὄνομα καὶ τὰν ὠνὰν αὐτῶν παραδότω τῶι ἱερεῖ καὶ περὶ τᾶς ἀγοράξιος τοῦ
τε ἀσάμου καὶ τᾶς κατασκευᾶς αὐτῶν καὶ παραδόσιος τῶι ἱερεῖ καὶ περὶ τῶν λό-
γων ὧν κα διαγράφηται, λόγον καταβαλέσθω ἐς τὰ δαμόσια γράμματα· κα-
τὰ ταὐτὰ δὲ καὶ ὁ ἱερεὺς λόγον καταβαλέσθω περὶ τᾶς παραλάμψιος αὐτῶν
καὶ ἐς τὸν μετὰ ταῦτα χρόνον ἀντιφωνείτω ἐν λογισταῖς καθότι καὶ τὸς ἄλλος
55 [ἱε]ρεῖς γέγραπται· τοὶ πωληταὶ ἀπομισθωσάντω ἀναγράψαι τάνδε τὰν διαγραφὰν
[ἐ]ς στάλαν λιθίναν καὶ ἀν[αθέ]μεν παρὰ τὸν βωμὸν τᾶς Ὁμονοίας· πραθείσαςκαὶ ὅσσου κα ἀγο[ράξηι] τὰν [ἱερωσύ]ναν· τὸ δὲ γενόμενον ἀνάλωμα ἔς τε τὰν
θυσίαν τὰν ἐπὶ τᾶ[ι πράσει τᾶς ἱερωσύν]ας̣ καὶ ἐς τὰν τελετὰν τοῦ ἱερέως καὶ
60 τᾶς ἱερείας κ[αὶ τὰν στάλαν καὶ τὰ]ν ἀναγραφ[ὰ]ν τᾶς διαγραφᾶς κατα- -
CGRN 209
Decree concerning the donation by Pythokles and the foundation of the cult of Zeus Soter and Athena Soteira on Kos
Date:- ca. 200-150 BC
[..?..] πόλιν τὸ Ἀλεξάνδρ[ειον τάλαντον ..?..]
[..?.. ἦμεν δὲ τὰς ἱερωσύνας κατ]ὰ γένευς καθὰ αἰτ[εῖται Πυθοκλῆς ..?..]
[..?.. ἱερᾶσθαι δὲ νῦν τοῦ] μὲν Διὸς τῶν τοῦ υἱο[ῦ τοῦ Πυθοκλεῦς υἱῶν τὸν πρεσβύτερον ..?..]
[..?.. καὶ ἐς τὸν λοιπ]ὸν χρόνον τὸν πρεσβύ[τατον ἀεί, τᾶς δὲ Ἀθάνας νῦν μὲν τούτων][..?.. τὸ ἀργύριον ἐς θυσίας ὅσον κα] δεήσει ἀριθμεῖσθαι το[ὺς ταμίας τοὺς μετὰ μόναρχον Φιλίσκον]
[τὸν Νικομάχου τῶι ἱερεῖ τοῦ Διός, κ]αὶ κατ᾿ ἐνιαυτόν· ὁμοίως [δὲ καὶ τῶι ἱερεῖ τᾶς Ἀθάνας ἀριθμεῖσ]-
[θαι τοὺς ταμίας τοὺς μετὰ μόναρχο]ν̣ Φιλίσκον τὸν Νικομάχ[ου τὸ ἀργύριον ἐς θυσίας ὅσον κα δεήσει,][Ἀθάναι τᾶι Σωτείραι ὑπὲρ τᾶς σωτη]ρίας τᾶς πόλιος μηνὸς Ἀρτ[αμιτίου τᾶι δεκάται· ..?..]
20 [..?.. τῶν ἱερέων τοῦ Διὸ]ς καὶ τᾶς Ἀθάνας καὶ ἀγω[νοθέτα καὶ μονάρχου καὶ ..?.. καὶ]
[τῶν ἄλλων ἱερέων τῶν δαμοτελῶν καὶ] γυμνασιάρχου καὶ ὑπογυ[μνασιάρχου καὶ τῶν νικώντων τὸς στε]-
[φανίτας ἀγῶνας καὶ τῶν ἐπ᾿ ἀρετ]ᾶι τετιμαμένων καὶ τῶν μὲν [ἄλλων ὅσοι κα ..?..]
[..?.. ὑπὲρ τᾶς σωτηρίας τᾶς πόλι]ος, καὶ τῶν ἀπογόνων τ[οῦ Πυθοκλεῦς· θύεν δὲ τοὺς ἱερεῖς ..?..]
[..?.. τῶι μὲν Διὶ βοῦν Ἀλεξαν]δρεᾶν δραχμᾶν ἑκατὸ[ν ..?.. καὶ οἶν Ἀλεξανδρεᾶν δρα]-[..?.. καὶ τᾶι Ἀθάναι οἶ]ν Ἀλεξανδρειᾶν δραχμ[ᾶν ..?.., τοὶ δὲ ταμίαι διδόντω αὐτοῖς ἐς]
[θυσίαν Ἀλεξανδρείας δραχμὰς ..?..]κοντα· θυόντω δὲ κα[ὶ τοὶ ἱερεῖς τοὶ δαμοτελεῖς πάντες τῶι μὲν Διὶ οἶν]
[Ἀλεξανδρειᾶν δραχμᾶν δεκαπέντε κ]αὶ τᾶι Ἀθάναι οἶν Ἀλεξα[νδρειᾶν δραχμᾶν δεκαπέντε, τοὶ δὲ ταμίαι][στεφανούτω δὲ αὐτὸς τὸς τὸν ἀγῶνα] νικῶντας θαλλοῦ στεφά[νωι ..?..· ἐν δὲ τῶι ἀγῶνι ἐμ]
45[προεδρίαι καθήσθων ὁ ἱερεὺς τοῦ Διὸ]ς καὶ ὁ τᾶς Ἀθάνας καὶ ὁ μ̣[όναρχος καὶ τοὶ ..?.. καὶ ὁ]
[ἀγωνοθέτας καὶ τοὶ ἄλλοι πάντες ἱερ]εῖς τοὶ δαμοτελεῖς καὶ γυμ[νασίαρχος καὶ ὑπογυμνασίαρχος καὶ]
[τοὶ νικῶντες τὸς στεφανίτας ἀγ]ῶνας καὶ τοὶ ἐπ᾿ ἀρετᾶι τετ[ιμαμένοι καὶ τοὶ μὲν ἄλλοι ὅσοι ..?..] -
CGRN 212
Dossier of regulations concerning the cult of Athena Nikephoros at Pergamon
Date:- probably after 133 BC
Διονύσιος Μηνοφίλ[ου]
ἱερονομήσα⟦ντε⟧ς τῶι δήμ[ωι].
ἁγνευέτωσαν δὲ καὶ εἰσίτωσαν εἰς τὸν τῆς θεο[ῦ ἱερὸν]να τρίπλευρα, δεδόχθαι· ἀπὸ τοῦ νῦν τοὺς κατ' ἐνιαυτὸν τασ-
σομένους ἱερον[ό]μους παραλαμβάνοντας τὰ τιθέμενα δέρ-
[μ]ατα ὑπὸ τῶν θυόντων καὶ πωλοῦντας διδόναι νεωκόρωι
25[ὑ]ὸς μὲν ═, προβάτου δὲ ἡμιωβέλιον, αὐλητρίδι καὶ ὀλο-
λυκτρίαι κοινῆι τὸ ἴσον· τῶν δ’ ἐν τῆι ἄκραι θυομένων καὶ πυλω-
ρῶι τῆς ἄκρας, βοὸς μὲν Σ, προβάτου δὲ Σ, τὸ δὲ λοιπὸν -
CGRN 213
Regulation concerning the priestess or priestesses called Galato at Pednelissos
Date:- late 4th - early third century BC
εἰς τὸν θεόν· Γαλατὼ δὲ ἔστω καθαρὰ καὶ ΑΙ[.....c.10.....]-
τηι καὶ ἱέρεια ἔστω ἕως ἂν ὅσου ζῶι μηδὲ [......c.12......]
[.]αι τις περὶ αὐτὴν μηδ’ ἐπηρασίαν ἕως ἂν ὅσου ζῶ[ι· ὅταν δὲ][...........c.22...........]αιρωι· ὅταν δὲ [....c.8....]ε[....c.7...]
[..........c.20..........] τοῦ ἱεροκήρυκος κα[.........c.17........]
[.............c.26.............]ο ἱερ[..........c.20..........] -
CGRN 215
Small sacrificial regulation for Asclepius and Hygieia in Attica
Date:- 1st century BC
τῶι τε εἱσαμένωι καὶ
τῶι θεηκολοῦντι·
10 τῶν δὲ κρεῶν μὴ -
CGRN 218
Contract of sale for the priesthood (of Asclepius?) on Kos
Date:- ca. 125-75 BC
Fragments AB
[..?.. τὰν διαγραφὰν ..?..]ιου· ὁ δὲ προγ[εγραμμένος]
15 [..?..· διδόντωι δὲ πάντες τοὶ θ]ύοντες γέρη[ι τῶι ἱερεῖ βοὸς]
[μὲν ἢ οἰὸς δέρμα καὶ σκέλος], τῶιν δὲ [ἄλλωιν σκέ]λος· ἐμβαλλόν[τωι δὲ ἐς τὸν][ἐμβαλλομένου ἔστωι τὰ μὲν δύο μέρηι ..?..] ἅ κα δόξηι τῶι δάμωι, τὸ [δὲ]
20 [τρίτον μ]έρος [τοῦ ἱερέωις· ..?.. τᾶν δὲ κ]λ[ακ]ῶιν μίαν μὲν vacat
[ἐχέτ]ωι ὁ ἱερεύ[ς, τὰν δὲ τοὶ προστάται, τὰν δὲ τοὶ τρα]π[εζ]εῖται τᾶς τοῦ θε[οῦ]
[τραπ]έζας· ἀνο[ιγόντωι δὲ ἐμ μηνὶ ..?.. καθ᾿ ἕκ]αστον ἐνιαυτὸν [καὶ]
[ἐξ]αιρεύντωι τ[ὸ εὑρεθὲν καὶ ἓν μέρος ἀποδιδόντωι τῶι ἱερ]εῖ, τὰ δὲ δύο μέρηι vacat
[φ]ερόντωι ἐπὶ τὰ[ν τράπεζαν ὅπως δοθῇ ἀνάθεμα ἐς τὸ ἱερ]ὸν ἀπὸ τᾶν ἀπαρχᾶν
25 ἅ κα δόξῃ τῶι δ[άμωι· ὁ δὲ ἱερεὺς ἐπιμελείσθω καὶ ὅπωις ᾖ] φῶς ἐπὶ τῶιν βωμῶιν
καὶ ἐπιθυμιῆτ[αι λιβανωτὸς καὶ ἀνοιγνύηται ὁ ναὸς καθ᾿ ἁμέραν] κύριος ἐὼιν vacatζαμιοῦν τὸν ἀτα[κτεῦντα μέχρι 𐅵 .· αἰ δέ κα μείζονος ζαμίας φαίνηται]
ἄξιος ἦμεν, ἐσαγ̣[γελλέσθωι ἐς τὸς ἱεροφύλακας· ἐπιμελείσθωι δὲ ὁ ἱερεὺς]
καὶ ὅπωις τὸ τέμε[νος μὴ βόσκηται· αἰ δέ τί κα εὑρεθῇ νεμόμενον, ἐξέστωι]κατ᾿ αὐτὰ πρασσον[..?..]
τοὶ αἱρεύμενοι ἱεροφ[ύλακες ..?..]
καὶ τοὶ ὑπηρέται ἑκα[..?..]
θεοῦ ποιείσθωι καὶ αὐτ[..?..]καὶ ἁ γνώιμαι ἄκυρος ᾖ· v τ[οῖς δὲ ..?..]
45 γένει καὶ χρήμασιν ἐς [τὸν ἅπαντα χρόνον· ἐπὶ δὲ τᾶι πράσει τᾶς ἱερωισύνας]
θυσάντωι τοὶ προστάται [..?.. τῶιν τοῦ] -
CGRN 220
Contract of sale for the priesthood of Aphrodite Pandamos and Pontia on Kos
Date:- late 2nd century BC
Face B
ἁ δὲ πρᾶξις ἔστω τᾶι ἱερείαι κατὰ τῶν μὴ ἐπιτελεσάντων τ[ὰ γεγραμμέ]-
να καθάπερ ἐγ δίκας· ὅπως δὲ μηδεμία ἀντιλογία γίνηται ὁπ[οθενοῦν μη]-δραχμᾶν τριάκοντα ἢ καταβαλλόντω τῶν γερῶν καθ᾿ ἑκάσταν σκα-
νὰν τᾶι ἱερείαι δραχμὰς δεκαπέντε καὶ ἐς τὸν θησαυρὸν δραχμάν·
10ἀπαρχέσθων δὲ καὶ τοὶ λοιποὶ πάντες τοὶ θύοντες ἐς τὸν θησαυρὸν τᾷχωρὶ τῶν προδιατεταγμένων κατὰ τάνδε τὰν διαγραφάν· ἐξέσστ⟨ω⟩
δὲ τᾷ ἱερείᾳ καὶ ἀπομίσθωσιν ποιήσασθαι τούτων· ὁ δὲ ἀπομισθω-
15σάμενος ἐχέτω τὰν ἐξουσ{ι}ίαν πράσσεσθαι [κ]αθὰ καὶ τὰν ἱέρειαν γέ-
γραπται· τᾶν δὲ κλαικῶν τῶν θησαυρῶν κυριευόντω τοὶ προστάται
καὶ ἀνοιγόντω μετὰ τᾶς ἱερείας καθ᾿ ἕκαστον ἐνιαυτὸν ἐμ μηνὶ Δα-
λίωι καὶ τὸ μὲν ἥμισσον ἔστω τᾶς ἱερείας, τὸ δὲ ἥμισσον ἀναπεμπόν-
τω ἐπὶ τὰν δαμοσίαν τράπεζαν ἐς τὸν ὑφεστακότα τᾶς θεοῦ30δέ τίς κα μὴ ἐπιτελέσηι τι τῶν ἐν τᾶιδε τᾷ διαγραφᾶι γεγραμμένων
ἢ μὴ θύσηι κατὰ τὰ ποτιτεταγμένα, ἀποτεισάτω τᾶι ἱερείαι τὰ ἐφ᾿ ἑκάσ-
τοις γεγραμμένα ἐπιτίμια, ἁ δὲ πρᾶξις ἔστω αὐτᾶι καθάπερ ἐγ δίκας·
κατὰ ταὐτὰ δὲ καὶ αἴ τινά κα ἁ ἱέρεια μὴ ποιῇ τῶν ποτιτεταγμένων αὐ-
τᾶι κατὰ τὰν διαγραφάν, ἀποτεισάτω δραχμὰς χειλίας ἱερὰς Ἀφροδί-
35τας, φαινέτω δὲ ὁ χρῄζων κατὰ τὸν νόμον· ἐπὶ δὲ τᾶι πράσει τᾶς ἱερωσύ-
νας θυσάντω τοὶ προστάται τᾶι Ἀφροδίται τᾶι Πανδάμωι δάμαλιν ἀ-αν καὶ τὰν ἀναγραφὰν τᾶς διαγραφᾶς τοὶ ταμίαι προτελεσάντω καὶ ἀπο-
λογιξάσθων μετὰ τᾶς ἄλλας δαπάνας· ἁ δὲ πριαμένα τὰν ἱερωσύναν [ἱ]-
40εράσθω ἐπὶ βίου· καταβολὰς δὲ ποιησεῖται τρεῖς ἀργυρίου, τὰμ μὲν πράταν ἐμ μη-[ακε ποτὶ] τῶι ἐπὶ θαλάσσαι ἱερῶι καὶ ἄλλα χρηστήρια, καρπευέσθω καὶ ταῦ[τα]
45[ἁ ἱέρεια· τοὶ δ]ὲ πωληταὶ ἀπομισθωσάντω ἀναγράψαι τάνδε τὰν διαγραφὰ[ν]
[ἐς στάλαν λιθίναν κα]ὶ ἀναθέμεν παρὰ τῶι βωμῶι τᾶς Ἀφροδίτας τᾶς Π[ον]-
[τίας· ἀπομισθωσάντω δὲ καὶ] τελέσαι τὰν [ἱέρ]ειαν κατὰ τὰ νομιζόμενα [καὶ]
[τὰν διαγραφάν· τὸ δὲ γενόμενον ἀνάλω]μα ἔς τε τὰν ἀναγραφὰν τᾶς διαγραφᾶ[ς]
[καὶ τὰν στάλαν καὶ τὰν τελετὰν τᾶς ἱερείας καὶ τ]ὰν θυσίαν ἐπὶ τᾶι πράσε[ι][τὰν διαγραφάν· τὸ δὲ γενόμενον ἀνάλω]μα ἔς τε τὰν ἀναγραφὰν τᾶς διαγραφᾶ[ς]
[καὶ τὰν στάλαν καὶ τὰν τελετὰν τᾶς ἱερείας καὶ τ]ὰν θυσίαν ἐπὶ τᾶι πράσε[ι]
50[τᾶς ἱερωσύνας καταβαλεῖ ἁ πριαμένα τὰν ἱερωσύναν ἅμα τᾶι πράται καταβολᾶι].[τὰν διαγραφάν· τὸ δὲ γενόμενον ἀνάλω]μα ἔς τε τὰν ἀναγραφὰν τᾶς διαγραφᾶ[ς]
[καὶ τὰν στάλαν καὶ τὰν τελετὰν τᾶς ἱερείας καὶ τ]ὰν θυσίαν ἐπὶ τᾶι πράσε[ι]
50[τᾶς ἱερωσύνας καταβαλεῖ ἁ πριαμένα τὰν ἱερωσύναν ἅμα τᾶι πράται καταβολᾶι]. -
CGRN 221
Contract of sale for the priesthood of Heracles Kallinikos on Kos
Date:- ca. 125-100 BC
ονίκου, καὶ βουλ{λ}ᾶς γραμματεὺς Ἡράκλειτος Ἰατροκλεῦς,
περὶ τᾶς ἱερωσύνας τοῦ Ἡρακλεῦς τοῦ Καλλινίκου τοῦ ἐ-
πὶ ἀγορᾶι καὶ ἐπὶ λιμένι· τοὶ προστάται ἐπεί κα μέ⟨λ⟩λωντι πω-
10λεῖν τὰν ἱερωσύναν, θυσάντω ἑκατέρωι τῶν θεῶν ἱερεῖ-
ον ἀπὸ δραχμᾶν ἑκατὸν ὑπὲρ ὑγιείας τῶν τε πολ[ιτᾶ]ν καὶ πο-τελεσάντω αὐτοῖς ἐς τὰν θυσίαν τὸ προγεγραμμένον ἀρ-
γύριον· τοὶ πωληταὶ ἀποδόσθων τὰν ἱερωσύναν ἐμ μηνὶ Πα-
15νάμωι ⟨τ⟩ᾶι νουμηνίαι· ὁ δὲ πριάμενος ἔστω ὑγιὴς ⟨κ⟩αὶ ὁλόκλα-
[ρ]ος καὶ μὴ νεώτερος ἐτέων δέκα· ἱεράσθω δὲ ἐπὶ βίου· ἀτε-
λὴς δὲ ἔστω τᾶν λειτου⟨ρ⟩γιᾶν πασᾶν πλὰν λαμπαδαρχίας̣καὶ τριηραρχίας· ἀπολελύσθω δὲ καὶ σιτοφυλακίας καὶ ὑ[πο]-
δοχᾶς Ῥωμαίων καὶ ἐπιμηνιείας πάσας ἐφ᾿ ἇς αἱρεῖται [ὁ δᾶ]-
20μος· καθήσθω δὲ καὶ ἐν προεδρίαι καὶ σπενδέτω ἐν πᾶσ[ι]
[τ]οῖς χορικοῖς ἀγῶσι μετὰ τῶν ἄλλων ἱερέων τῶν δαμ[ω]-
δῶν, καὶ φορείτω κιθῶνα διάλευκον· ἐστε[φ]ανώσθω δὲδακτυλίος· ὅπως δὲ καὶ αἱ θυσίαι τοῖς θεοῖς τούτοις ἐπιφα-
25νέστερον συντελῶνται, ἃς μὲν θύει ὁ μόναρχος καὶ τοὶ ἱερο-
ποιοὶ, θυόντω τὰ ἱερεῖα ποτὶ τὸ διαγραφόμενον αὐτοῖς ἀργύ-καὶ τοῖς ἐν ἀρχᾶι προστάταις ἐς θυσίαν δραχμὰς πεντή-
[κ]οντα, ἐπεί κα ἁ τελετὰ τοῦ ἱερέως καὶ τᾶς ἱερείας ἐπιτελῆ-
[τ]αι· τοὶ δὲ διαγραψάμενοι θυόντω πρὸς τὸ διαγραφὲν αὐτοῖς -
CGRN 222
Dossier of regulations concerning the mysteries at Andania
Date:- probably 23 AD
Face A
[ὅρκος] ἱερῶν καὶ ἱερᾶν· ὁ γραμματεὺς τῶν συνέδρων τοὺς γενηθέντας ἱεροὺς ὁρκιξάτω παραχρῆμα, ἂμ μή τις ἀρρωσ[τεῖ],
[ἱερῶ]ν καιομένων, αἷμα καὶ οἶνον σπένδοντας, τὸν ὅρκον τὸν ὑπογεγραμμένον· "ὀμνύω τοὺς θεούς οἷς τὰ μυστήρια ἐπιτε-[τ]ὸς μηθὲν ἄσχημον μηδὲ ἄδικον ποιήσειν ἐπὶ καταλύσει τῶν μυστηρίων μηδὲ ἄλλωι ἐπιτρέψειν, ἀλλὰ κατακολου-
5θήσειν τοῖς γεγραμμένοις, ἐξορκίσειν δὲ καὶ τὰς ἱερὰς καὶ τὸν ἱερῆ κατὰ τὸ διάγραμμα "εὐορκοῦντι μέν μοι εἴη, ἃ τοῖς εὐ-
σεβέοις, ἐφιορκοῦντι δὲ τἀναντία"· ἂν δέ τις μὴ θέλει ὀμνύειν, ζαμιούτω δραχμαῖς χιλίαις καὶ ἄλλον ἀντὶ τούτου κλαρωσά-
τω ἐκ τᾶς αὐτᾶς φυλᾶς· τὰς δὲ ἱερὰς ὁρκιζέτω ὁ ἱερεὺς καὶ οἱ ἱεροὶ ἐν τῶι ἱερῶ⌈ι⌉κ τοῦ Καρνείου τᾶι πρότερον ἁμέραι τῶν μυστη-
ρίων τὸν αὐτὸν ὅρκον καὶ ποτεξορκιζόντω· "πεποίημαι δὲ καὶ ποτὶ τὸν ἄνδρα τὰν συμβίωσιν ὁσίως καὶ δικαίως"· τὰν δὲ μὴ
θέλουσαν ὀμνύειν ζαμιούντω οἱ ἱεροὶ δραχμαῖς χιλίαις καὶ μὴ ἐπιτρεπόντω ἐπιτελεῖν τὰ κατὰ τὰς θυσίας μηδὲ μετέ-
10χειν τῶν μυστηρίων, αἱ δὲ ὀμόσασαι ἐπιτελούντω· οἱ δὲ γεγενημένοι ἱεροὶ καὶ ἱεραὶ ἐν τῶι πέμπτωι καὶ πεντηκοστῶι
ἔτει ὀμοσάντω τὸν αὐτὸν ὅρκον ἐν τῶι ἑνδεκάτωι μηνὶ πρὸ τῶν μυστηρίων. v παραδόσιος· v τὰν δὲ κάμπτραν καὶ τὰ
βιβλία, ἃ δέδωκε Μνασίστρατος, παραδιδόντω οἱ ἱεροὶ τοῖς ἐπικατασταθέντοις, παραδιδόντω δὲ καὶ τὰ λοιπά, ὅσα
ἂν κατασκευασθεῖ χάριν τῶν μυστηρίων. vστεφάνων· v στεφάνους δὲ ἐχόντω οἱ μὲν ἱεροὶ καὶ αἱ ἱεραὶ πῖλον λευκόν,
τῶν δὲ τελουμένων οἱ πρωτομύσται στλεγγίδα· ὅταν δὲ οἱ ἱεροὶ παραγγείλωντι, τὰμ μὲν στλεγγίδα ἀποθέσθωσαν,
15 στεφανούσθωσαν δὲ πάντες δάφναι. v εἱματισμοῦ· v οἱ τελούμενοι τὰ μυστήρια ἀνυπόδετοι ἔστωσαν καὶ ἐχόντω τὸνδονίταν καὶ εἱμάτιον μὴ πλείονος ἄξια μνᾶς, αἱ δὲ δοῦλαι καλάσηριν ἢ σινδονίταν καὶ εἱμάτιον μὴ πλείονος ἄξια δρα-
χμᾶν πεντήκοντα· αἱ δὲ ἱεραί, αἱ μὲν γυναῖκες καλάσηριν ἢ ὑπόδυμα μὴ ἔχον σκιὰς καὶ εἱμάτιον μὴ πλέονος ἄξια δύο
20 μνᾶν, αἱ δὲ [παῖδε]ς καλάσηριν καὶ εἱμάτιον μὴ πλείονος ἄξια δραχμᾶν ἑκατόν· ἐν δὲ τᾶι πομπᾶι αἱ μὲν ἱεραὶ γυναῖκες ὑποδύ-
ταν καὶ εἱμάτιον γυναικεῖον οὖλον, σαμεῖα ἔχον μὴ πλατύτερα ἡμιδακτυλίου, αἱ δὲ παῖδες καλάσηριν καὶ εἱμάτιον μὴ δια-φανές· μὴ ἐχέτω δὲ μηδεμία χρυσία μηδὲ φῦκος μηδὲ ψιμίθιον μηδὲ ἀνάδεμα μηδὲ τὰς τρίχας ἀνπεπλεγμένας μηδὲ ὑπο-
δήματα εἰ μὴ πίλινα ἢ δερμάτινα ἱερόθυτα· δίφρους δὲ ἐχόντω αἱ ἱεραὶ εὐσυΐνους στρογγύλους καὶ ἐπ’[α]ὐτῶν ποτικεφάλαια
ἢ σπῖραν λευκά, μὴ ἔχοντα μήτε σκιὰν μήτε πορφύραν· ὅσα⟨ς⟩ δὲ δεῖ διασκευάζεσθαι εἰς θεῶν διάθεσιν, ἐχόντω τὸν εἱματισμόν,
25 καθ’ ὃ ἂν οἱ ἱεροὶ διατάξωντι· ἂν δέ τις ἄλλ⟨ω⟩ς ἔχει τὸν εἱματισμὸν παρὰ τὸ διάγραμμα, ἢ ἄλλο τι τῶν κεκωλυμένων, μὴ ἐπιτρεπέ-
τω ὁ γυναικονόμος καὶ ἐξουσίαν ἐχέτω λυμαίνεσθαι, καὶ ἔστω ἱερὰ τῶν θεῶν. v ὅρκος γυναικονόμου· v οἱ δὲ ἱεροὶ ὅταν καὶ αὐτοὶ ὀμό-
σωντι, ὁρκιζόντω τὸν γυναικονόμον ἐπὶ τῶν αὐτῶν ἱερῶν, εἶ μὰν ἕξειν ἐπιμέλειαν περί τε τοῦ εἱματισμοῦ καὶ τῶν λοιπῶν τῶν
ἐπιτεταγμένων μοι ἐν τῶι διαγράμματι". v πομπᾶς· ἐν δὲ τᾶι πομπᾶι ἁγείστω Μνασίστρατος, ἔπειτεν ὁ ἱερεὺς τῶν θεῶν οἷς
τὰ μυστήρια γίνεται, μετὰ τᾶς ἱερέας, ἔπειτα ἀγωνοθέτας, ἱεροθύται, οἱ αὐληταί· μετὰ δὲ ταῦτα αἱ παρθένοι αἱ ἱεραί, καθὼς ἂν λά-
30χωντι, ἄγουσαι τὰ ἅρματα ἐπικείμενας κίστας ἐχούσας ἱερὰ μυστικά· εἶτεν ἁ θοιναρμόστρια ἁ εἰς Δάματρος καὶ αἱ ὑποθοιναρ-
μόστριαι αἱ ἐμβεβακυῖαι, εἶτεν ἁ ἱέρεα τᾶς Δάματρος τᾶς ἐφ’ ἱπποδρόμωι, εἶτεν ἁ τᾶς ἐν Αἰγίλᾳ· ἔπειτεν αἱ ἱεραὶ κατὰ μίαν, κα-
θώς κα λάχωντι, ἔπειτεν οἱ ἱεροί, καθώς κα οἱ δέκα διατάξωντι· ὁ δὲ γυναικονόμος κλαρούτω τάς τε ἱερὰς καὶ παρθένους καὶ ἐπιμέλειαν
ἐχέτω, ὅπως πομπεύωντι, καθώς κα λάχωντι· ἀγέσθω δὲ ἐν τᾶι πομπᾶι καὶ τὰ θύματα, καὶ θυσάντω τᾶι μὲν Δάματρι σῦν ἐπίτοκα, Ἑρμᾶ-
νι κριόν, Μεγάλοις Θεοῖς δάμαλιν, σῦν, Ἀπόλλωνι Καρνείωι κάπρον, Ἅγναι οἶν· σκανᾶν· σκανὰν δὲ μὴ ἐπιτρεπόντω οἱ ἱεροὶ μηθένα ἔχειν ἐν
35 τετραγώνωι μείζω ποδῶν τριάκοντα, μηδὲ περιτιθέμεν ταῖς σκαναῖς μήτε δέρρεις μήτε αὐλείας, μηδέ, ἐν ὧι ἂν τόπωι περιστεμ-
ματώσωντι οἱ ἱεροί, μηθένα τῶν μὴ ὄντων ἱερῶν ἔχειν σκανάν· μηδὲ παρερπέτω μηθεὶς ἀμύητος εἰς τὸν τόπον, ὅν κα περιστεμμα-
τώσωντι· χωραξάντω δὲ καὶ ὕδρανας· ἀναγραψάντω δὲ καί, ἀφ’ ὧν δεῖ καθαρίζειν καὶ ἃ μὴ δεῖ ἔχοντας εἰσπορεύεσθαι. v ἃ μὴ δεῖ ἔχεινἐν ταῖς σκαναῖς· μηθεὶς κλίνας ἐχέτω ἐν τᾶι σκανᾶι μηδὲ ἀργυρώματα πλείονος ἄξια δραχμᾶν τριακοσιᾶν· εἰ δὲ μή, μὴ ἐπιτρεπόν-
τω οἱ ἱεροὶ, καὶ τὰ πλειονάζοντα ἱερὰ ἔστω τῶν θεῶν. vἀκοσμούντων· v ὅταν δὲ αἱ θυσίαι καὶ τὰ μυστήρια συντελεῖται, εὐφαμεῖν {ι} πάν-
40τας καὶ ἀκούειν τῶν παραγγελλομένων· τὸν δὲ ἀπειθοῦντα ἢ ἀπρεπῶς ἀναστρεφόμενον εἰς τὸ θεῖον μαστιγούντω οἱ ἱεροὶ
καὶ ἀποκωλυόντω τῶν μυστηρίων. v ῥαβδοφόρων· v ῥαβδοφόροι δὲ ἔστωσαν ἐκ τῶν ἱερῶν εἴκοσι καὶ πειθαρχούντω τοῖς ἐπιτελούν-
τοις τὰ μυστήρια καὶ ἐπιμέλειαν ἐχόντω, ὅπως εὐσχημόνως καὶ εὐτάκτως ὑπὸ τῶν παραγεγενημένων πάντα γίνηται, καθὼς ἂν
παραγγέλλωντι οἱ ἐπὶ τούτων τεταγμένοι· τοὺς δὲ ἀπειθοῦντας ἢ ἀπρεπῶς ἀναστρεφομένους μαστιγούντω· ἂν δέ τις τῶν ῥα-
βδοφόρων μὴ ποιεῖ, καθὼς γέγραπται, ἢ ἄλλο τι ἀδικοῖ ἢ ποιοῖ ἐπὶ καταλύσει τῶν μυστηρίων, κριθεὶς ἐπὶ τῶν ἱερῶν, ἂν κατακριθεῖ, μὴ
45 μετεχέτω τῶν μυστηρίων. περὶ τῶν διαφόρων· v τὰ δὲ πίπτοντα διάφορα ἐκ τῶν μυστηρίων ἐγλεγόντω οἱ κατασταθέντες ὑπὸἐκ ταυτᾶν τᾶν κρισίων διάφορα ὑπαρχέτω εἰς τὰν ἐπισκευὰν τῶν ἐν τῶι Καρνειασίωι· ὅταν δὲ ἐπι{σ}τελεσθεῖ, ὅσων χρεία ἐστὶ ποτὶ τὸ συν-
τελεῖν τὰ μυστήρια, ὑπαρχέτω τὰ πίπτοντα διάφορα τῶν μυστηρίων εἰς τὰς τᾶς πόλεος ἐ⟨σ⟩όδους. v θυμάτων παροχᾶς· οἱ ἱεροὶ μετὰ τὸ κα-
65τασταθῆμεν προκαρύξαντες ἐγδόντω τὰν παροχὰν τῶν θυμάτων, ὧν δεῖ θύεσθαι καὶ παρίστασθαι ἐν τοῖς μυστηρίοις, καὶ τὰ εἰς τοὺςἐν τῶι θεάτρωι καθαίρει, χοιρίσκους τρεῖς, ὑπὲρ τοὺς πρωτομύστας ἄρνας ἑκατόν, ἐν δὲ τᾶι πομπᾶι Δάματρι σῦν ἐπίτοκα, τοῖς δὲ Μεγάλοις
Θεοῖς δάμαλιν διετῆ, σῦν, Ἑρμᾶνι κριόν, Ἀπόλλωνι Καρνείωι κάπρον, Ἅγναι οἶν· ὁ δὲ ἐγδεξάμενος κατεγγυεύσας ποτὶ τοὺς ἱεροὺς λα-
70βέτω τὰ διάφορα καὶ παριστάτω τὰ θύματα εὐίερα καθαρὰ ὁλόκλαρα, καὶ ἐπιδειξάτω τοῖς ἱεροῖς πρὸ ἁμερᾶν δέκα τῶν μυστηρίων· τοῖς
δὲ δοκιμασθέντοις σαμεῖον ἐπιβαλόντω οἱ ἱεροί, καὶ τὰ σαμειωθέντα παριστάτω ὁ ἐγδεξάμενος· ἂν δὲ μὴ παριστᾶι ἐπὶ τὰν δοκιμασί-
αν, πρασσόντω οἱ ἱεροὶ τοὺς ἐγγύους αὐτὸ καὶ τὸ ἥμισυ, τὰ δὲ θύματα αὐτοὶ παρεχόντω καὶ ἀπὸ τῶν πραχθέντων διαφόρων κομισάσθωσαν
τὰν γενομέναν δαπάναν εἰς τὰ θύματα. v τεχνιτᾶν εἰς τὰς χοριτείας· v οἱ ἱεροὶ προγραφόντω κατ’ ἐνιαυτὸν τοὺς λειτουργήσοντας ἔν
τε ταῖς θυσίαις καὶ μυστηρίοις αὐλητὰς καὶ κιθαριστάς, ὅσους κα εὑρίσκωντι εὐθέτους ὑπάρχοντας, καὶ οἱ προγραφέντες λειτουργούντω75 τοῖς θεοῖς. v ἀδικημάτων· v ἂν δέ τις ἐν ταῖς ἁμέραις, ἐν αἷς αἵ τε θυσίαι καὶ τὰ μυστήρια γίνονται, ἁλῶι εἴτε κεκλεβὼς εἴτε ἄλλο τι ἀδίκη-
μα πεποιηκώς, ἀγέσθω ἐπὶ τοὺς ἱερούς· καὶ ὁ μὲν ἐλεύθερος, ἂν κατακριθεῖ, ἀποτινέτω διπλοῦν, ὁ δὲ δοῦλος μαστιγούσθω καὶ ἀποτεισάτω δι-
πλοῦν τὸ κλέμμα, τῶν δὲ ἄλλων ἀδικημάτων ἐπιτίμιον δραχμὰς εἴκοσι· ἂν δὲ μὴ ἐκτίνει παραχρῆμα, παραδότω ὁ κύριος τὸν οἰκέταν τῶι ἀ-δικηθέντι εἰς ἀπεργασίαν· εἰ δὲ μή, ὑπόδικος ἔστω ποτὶ διπλοῦν. v περὶ τῶν κοπτόντων ἐν τῶι ἱερῶι· v μηδεὶς κοπτέτω ἐκ τοῦ ἱεροῦ τόπου·
ἂν δέ τις ἁλῶι, ὁ μὲν δοῦλος μαστιγούσθω ὑπὸ τῶν ἱερῶν, ὁ δὲ ἐλεύθερος ἀποτεισάτω, ὅσον κα οἱ ἱεροὶ ἐπικρίνωντι· ὁ δὲ ἐπιτυχὼν ἀγέτω
80 αὐτοὺς ἐπὶ τοὺς ἱεροὺς καὶ λαμβανέτω τὸ ἥμισυ. v φύγιμον εἶμεν τοῖς δούλοις· v τοῖς δούλοις φύγιμον ἔστω τὸ ἱερόν, καθὼς ἂν οἱ ἱεροὶ
ἀποδείξωντι τὸν τόπον, καὶ μηθεὶς ὑποδεχέσθω τοὺς δραπέτας μηδὲ σιτοδοτείτω μηδὲ ἔργα παρεχέτω· ὁ δὲ ποιῶν παρὰ τὰ γεγραμ-
μένα ὑπόδικος ἔστω τῶι κυρίωι τᾶς τοῦ σώματος ἀξίας διπλασίας καὶ ἐπιτιμίου δραχμᾶν πεντακοσιᾶν, ὁ δὲ ἱερεὺς ἐπικρινέ-
τω περὶ τῶν δραπετικῶν, ὅσοι κα ἧνται ἐκ τᾶς ἁμετέρας πόλεος, καὶ ὅσους κα κατακρίνει, παραδότω τοῖς κυρίοις· ἂν δὲ μὴ παραδιδῶι ἐξέσ-τω τῶι κυρίωι ἀποτρέχειν ἔχοντι. v περὶ τᾶς κράνας· v τᾶς δὲ κράνας τᾶς ὠνο{ι}μασμένας διὰ τῶν ἀρχαίων ἐγγράφων Ἅγνας καὶ τοῦ γε[γε]-
85νημένου ποτὶ τᾶι κράναι ἀγάλματος τὰν ἐπιμέλειαν ἐχέτω Μνασίστρατος, ἕως ἂν ζεῖ, καὶ μετεχέτω μετὰ τῶν ἱερῶν τᾶν τε θυσι-
ᾶν καὶ τῶν μυστηρίων, καὶ ὅσα κα οἱ θύοντες ποτὶ τᾶι κράναι τραπεζῶντι, καὶ τῶν θυμάτων τὰ δέρματα λαμβανέτω Μνασίστρατος,τῶν τε διαφόρων, ὅσα κα οἱ θύοντες ποτὶ τᾶι κράναι προτιθῆντι ἢ εἰς τὸν θησαυρόν, ὅταν κατασκευασθεῖ, ἐμβάλωντι, λαμβανέτω Μνα-
σίστρατος τὸ τρίτον μέρος· τὰ δὲ δύο μέρη, καὶ ἄν τι ἀνάθεμα ὑπὸ τῶν θυσιαζόντων ἀνατιθῆται, ἱερὰ ἔστω τῶν θεῶν· ὁ{ι} δὲ ἱερεὺς καὶ οἱ ἱε-
ροὶ ἐπιμέλειαν ἐχόντω, ὅπως ἀπὸ τῶν διαφόρων ἀναθέματα κατασκευάζηται τοῖς θεοῖς, ἃ ἂν τοῖς συνέδροις δόξει. v θησαυρῶν κατασκευ-
90ᾶς· v οἱ ἱεροὶ οἱ κατεσταμένοι ἐν τῶι πέμπτωι καὶ πεντηκοστῶι ἔτει ἐπιμέλειαν ἐχόντω μετὰ τοῦ ἀρχιτέκτονος, ὅπως κατασκευασ-
[θ]ῆντι θησαυροὶ λίθινοι δύο κλαικτοί, καὶ χωραξάντω τὸν μὲν ἕνα εἰς τὸν ναὸν τῶν Μεγάλων Θεῶν, τὸν δ’ ἄλλον ποτὶ τᾶι κράναι, ἐν ὧι ἂν τό-πωι δοκεῖ αὐτοῖς ἀσφαλῶς ἕξειν, καὶ ἐπιθέντω κλᾶϊκας, καὶ τοῦ μὲν παρὰ τᾶι κράναι ἐχέτω τὰν ἁτέραν κλᾶϊκα Μνασίστρατος, τὰν δὲ ἄλ-
λαν οἱ ἱεροί, τοῦ δὲ ἐν τῶι ναῶι ἐχόντω τὰν κλᾶϊκα οἱ ἱεροί, καὶ ἀνοιγόντω κατ’ ἐνιαυτὸν τοῖς μυστηρίοις καὶ τὸ ἐξαριθμηθὲν διάφορον ἐ-
ξ ἑκατέρου τοῦ θησαυροῦ χωρὶς γράψαντες ἀνενεγκάντω· ἀποδόντω δὲ καὶ Μνασιστράτωι τὸ γινόμενον αὐτ[ῶ]ι διάφορον, καθὼς ἐν τ[ῶι]
95 διαγράμματι γέγραπται. vv ἱεροῦ δείπνου vv· οἱ ἱεροὶ ἀπὸ τῶν θυμάτων τῶν ἀγομένων ἐν τᾶι πομπᾶι ἀφελόντες ἀφ’ ἑκάστου τὰ νόμιμ[α]
[μέρη] τοῖς θεοῖς [τὰ λοι]πὰ κρέα καταχρησάσθωσαν εἰς τὸ ἱερὸν δεῖπνον μετὰ τᾶν ἱερᾶν καὶ παρθένων, καὶ παραλαβόντω τόν τε ἱερῆ
[καὶ τὰν] ἱέρεαν κ[αὶ τὰ]ν ἱέρεαν τοῦ Καρνείου καὶ Μνασίστρατον v καὶ τὰν γυναῖκα τε καὶ τὰς γενεὰς αὐτοῦ καὶ τῶν τεχνιτᾶν τοὺς λει-
[τουργή]σαντας [ἐν τα]ῖς χορείαις καὶ τᾶν ὑπηρεσιᾶν τοὺς λειτουργοῦντας αὐτοῖς· καὶ εἰς τὰ λοιπὰ δαπανάματα μὴ πλεῖον ἀνάλωμα
[π]οιοῦντες δραχμᾶν vacat ἀγορᾶς· v οἱ ἱεροὶ τόπον ἀποδειξάντω, ἐν ᾧ πραθήσεται πάντα· ὁ δὲ ἀγορανόμος ὁ ἐπὶ πόλεος ⟦επ[ι]⟧
100 [ἐ]πιμέλειαν ἐχέτω, ὅπως οἱ πωλοῦντες ἄδολα καὶ καθαρὰ πωλοῦντι καὶ χρῶνται σταθμοῖς καὶ μέτροις συμφώνοις ποτὶ τὰ δαμόσια, καὶμὴ τασσέτω μή[τε] πόσου δεῖ πωλεῖν, μηδὲ καιρὸν τασσέτω μηδὲ πρασσέτω μηθεὶς τοὺς πωλοῦντας τοῦ τόπου μηθέν· τοὺς δὲ μὴ πω-
λοῦντας καθὼς γέγραπται, τοὺς μὲν δούλους μαστιγούτω, τοὺς δὲ ἐλευθέρους ζαμιούτω εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱε-
[ρῶν]. v ὕδατος· v ἐχέτω δὲ ἐπιμέλειαν ὁ ἀγορανόμος καὶ περὶ τοῦ ὕδατος, ὅπως κατὰ τὸν τᾶς παναγύριος χρόνον μηθεὶς κακοποιεῖ μήτε105[θεὶς ἀ]ποκωλύει τοὺς χρωμένους· ἂν δέ τινα λαμβάνει ποιοῦντά τι τῶν κεκωλυμένων, τὸν μὲν δοῦλον μαστιγούτω, τὸν δὲ ἐλεύθερον
[ζαμιούτω] εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱερῶν. v ἀλείμματος καὶ λουτροῦ· v ὁ ἀγορανόμος ἐπιμέλειαν ἐχέτω, ὅπως οἱ θέλοντες
[βαλανεύε]ιν ἐν τῶι ἱερῶι μὴ πλεῖον πράσσωντι τοὺς λουομένους δύο χαλκῶν καὶ παρέχωντι πῦρ καὶ μάκραν εὔκρατον καὶ τοῖς κατακλυ-[ζομένοις ὕ]δωρ εὔκρατον, καὶ ὅπως ὁ ἐγδεξάμενος τῶν ξύλων τὰν παροχὰν εἰς τὸ ἀλειπτήριον παρέχει ξύλα ξηρὰ καὶ ἱκανὰ τοῖς ἀλει-
[φομένοις] κατ’ ἀμέραν ἀπὸ τετάρτας ὥρας ἕως ἑβδόμας· δοῦλος δὲ μηθεὶς ἀλειφέσθω· οἱ δὲ ἱεροὶ ἐγδιδό{ι}ντω τὰν παροχὰν τῶν ξύλ[ω]ν
110 [τῶν εἰς τ]ὸ ἀλειπτήριον· ἂν δέ τις τῶν ἐγδεξαμένων ἢ τῶν βαλανέων μὴ ποιεῖ καθὼς γέγραπται, τὸν μὲν δοῦλον μαστιγούτω ὁ ἀγορανό-
[μος, τ]ὸν δὲ ἐλεύθ⟨ε⟩ρον ζαμιούτω καθ’ ἕκαστον ἀδίκημα εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱερῶν. v συνέσιος ἀναφορᾶς· v οἱ ἱε-
[ροὶ ὅ]σα κα διοικήσωντι ἐν τᾶι παναγύρει ἢ κατακρίνωντί τινας, σύνεσιν ἀνενεγκάντω εἰς τὸ πρυτανεῖον· ἀναγραψάντω δὲ καὶFace B
[νοι ὥ]στε γράψαι τὸ διάγραμμα, καθὼς ἂν δοκιμασθεῖ, δόντω τοῖς νομοδείκταις ἀντίγραφον· οἱ δὲ λαβόντες ἐπιδεικνυόντω τῶι
115 [χρε]ίαν ἔχοντι· καὶ ἐν τοῖς μυστηρίοις συνλειτουργούντω τοῖς ἱεροῖς καὶ ὁ κᾶρυξ καὶ αὐλητὰς καὶ μάντις καὶ ἀρχιτέκτων.
[τᾶς κατα]στάσιος τῶν δέκα· οἱ δαμιοργοὶ τοῦ ἕκτου μηνὸς τᾶι δωδεκάται, πρὸ τοῦ τὸν κ⟨λᾶ⟩ρον τῶν ἱερῶν vv
[κ]αὶ τᾶν ἱερᾶν γί-
νεσθαι, ἀποδόντ[ω]130φέροντες, ἐξ ὧν γέ-
γραπται τοὺς ἱεροὺς
κλαροῦσθαι· τοὺς δὲ135 τῶν συνέδρων τὸν
ὅρκον, ὃν οἱ ἱεροὶ ὀμν[ύ]-
οντι· ἐχόντω δὲ οἱ κα-145 μυστήρια· προγρα-
φόντω δὲ ἐκ τῶν ἱε-
ρῶν καὶ ῥαβδοφόρους
τοὺς εὐθετωτάτους,
ὁμοίως δὲ καὶ μυστα-
150γωγούς· τοὺς δὲ συν-155θέτους ὑπάρχοντας
καὶ τῶν μὴ ὄντων ἱε-
ρῶν· καὶ οἱ προγραφέν-[τω] εἰς τοὺς πολεμάρ-
165χους· οἱ δὲ ῥαβδοφόροι
μαστιγούντω, οὕς κανεσθαι, συναγόντω
οἱ δέκα πάντες τοὺς ἱ-
175ερούς, καὶ καθὼς τοῖς