1526 occurences of Deities and heroes in 208 files.
-
CGRN 220
Contract of sale for the priesthood of Aphrodite Pandamos and Pontia on Kos
Date:- late 2nd century BC
Face B
θενὶ ποτὶ μηδένα περὶ τᾶς ἀξίας τῶν ἱερείων, ἐξέστω τῶι θύ[οντι, αἴ]
τίς κα δήληται, ὧν ὅσιόν ἐστιν θύεν τᾶι θεῶι καταβαλεῖν τῶν [γερῶν]
5τὸ διατεταγμένον· τοὶ στρατευόμενοι ἐν ταῖς μακραῖς ναυσὶν ἐ[πεί]
κα καταλύωντι τὸν πλοῦν θυόντω τᾶι Ἀφροδίται τᾶι Ποντίαι ἐπὶ τ[οῦ]
προγεγραμμένου βωμοῦ ἱερεῖον τέλειον ἀφ᾿ ἑκάστας σκανᾶς ἀπὸ10ἀπαρχέσθων δὲ καὶ τοὶ λοιποὶ πάντες τοὶ θύοντες ἐς τὸν θησαυρὸν τᾷ
Ἀφροδίται ἐπὶ μὲν βοῒ δραχμὰς δύο, ἐπὶ δὲ τοῖς ἄλλοις τῶν μὲν τε-
λείων δραχμάν, τῶν δὲ ἀτελείων τριώβολ⟨ο⟩ν, ὄρν{ις}ιθος δὲ ὀβολόν,λίωι καὶ τὸ μὲν ἥμισσον ἔστω τᾶς ἱερείας, τὸ δὲ ἥμισσον ἀναπεμπόν-
τω ἐπὶ τὰν δαμοσίαν τράπεζαν ἐς τὸν ὑφεστακότα τᾶς θεοῦ
20καὶ λόγον χρηματιζόντω ἐς τὰ δαμόσια γράμματα· τὸ δὲ χρῆμα τοῦ-τὰ ἐκ τῶν θησαυρῶν ἢ προστάτας προθῆι, ἀποτισάτω τῶν α⟨ἰτί⟩ων ἕκασ-
τος δραχμὰς χειλίας ἱερὰς τᾶς Ἀφροδίτας καὶ ἁ γνώμα ἄκυρος ἔστω·
25ἀπαρχέσθων δὲ καὶ τοὶ ἐλευθερούμενοι ἐν ὧι κα ἐνιαυτῷ ἐλευθερω-κατὰ ταὐτὰ δὲ καὶ αἴ τινά κα ἁ ἱέρεια μὴ ποιῇ τῶν ποτιτεταγμένων αὐ-
τᾶι κατὰ τὰν διαγραφάν, ἀποτεισάτω δραχμὰς χειλίας ἱερὰς Ἀφροδί-
35τας, φαινέτω δὲ ὁ χρῄζων κατὰ τὸν νόμον· ἐπὶ δὲ τᾶι πράσει τᾶς ἱερωσύ-
νας θυσάντω τοὶ προστάται τᾶι Ἀφροδίται τᾶι Πανδάμωι δάμαλιν ἀ-
πὸ δραχμᾶν ἑξακοσιᾶν· v τὸ δὲ γενόμενον ἀνάλωμα ἔς τε τὰν θυσί-45[ἁ ἱέρεια· τοὶ δ]ὲ πωληταὶ ἀπομισθωσάντω ἀναγράψαι τάνδε τὰν διαγραφὰ[ν]
[ἐς στάλαν λιθίναν κα]ὶ ἀναθέμεν παρὰ τῶι βωμῶι τᾶς Ἀφροδίτας τᾶς Π[ον]-
[τίας· ἀπομισθωσάντω δὲ καὶ] τελέσαι τὰν [ἱέρ]ειαν κατὰ τὰ νομιζόμενα [καὶ] -
CGRN 221
Contract of sale for the priesthood of Heracles Kallinikos on Kos
Date:- ca. 125-100 BC
μηνὸς Ὑακινθίου ι̅ς̅,
ἀγαθᾶι τύχαι, τάδε συνέγραψαν προστάτα[ι] Φίλιππος Φί-
5λωνος, Σώστρατος Φιλίνου, Λαμπίας Φιλίππου, Κάλλιπ-ονίκου, καὶ βουλ{λ}ᾶς γραμματεὺς Ἡράκλειτος Ἰατροκλεῦς,
περὶ τᾶς ἱερωσύνας τοῦ Ἡρακλεῦς τοῦ Καλλινίκου τοῦ ἐ-
πὶ ἀγορᾶι καὶ ἐπὶ λιμένι· τοὶ προστάται ἐπεί κα μέ⟨λ⟩λωντι πω-
10λεῖν τὰν ἱερωσύναν, θυσάντω ἑκατέρωι τῶν θεῶν ἱερεῖ-
ον ἀπὸ δραχμᾶν ἑκατὸν ὑπὲρ ὑγιείας τῶν τε πολ[ιτᾶ]ν καὶ πο-καὶ στεφάνωι λευκίνωι, ἐχέτω δὲ καὶ ἄφαμμα καὶ χρυσέος
δακτυλίος· ὅπως δὲ καὶ αἱ θυσίαι τοῖς θεοῖς τούτοις ἐπιφα-
25νέστερον συντελῶνται, ἃς μὲν θύει ὁ μόναρχος καὶ τοὶ ἱερο-ριον παρὰ τῶν ταμιᾶν· καὶ ὅπως ὁ δᾶμος φαίνηται συνεπαύ-
ξων τὰς τιμὰς τῶν θεῶν, τοὶ χειρίζοντες τὰ τοῦ Ἡρακλεῦ[ς]
τοῦ Καλλινίκου χρήματα διαγραφόντω τοῖς προστάταις -
CGRN 222
Dossier of regulations concerning the mysteries at Andania
Date:- probably 23 AD
Face A
[ὅρκος] ἱερῶν καὶ ἱερᾶν· ὁ γραμματεὺς τῶν συνέδρων τοὺς γενηθέντας ἱεροὺς ὁρκιξάτω παραχρῆμα, ἂμ μή τις ἀρρωσ[τεῖ],
[ἱερῶ]ν καιομένων, αἷμα καὶ οἶνον σπένδοντας, τὸν ὅρκον τὸν ὑπογεγραμμένον· "ὀμνύω τοὺς θεούς οἷς τὰ μυστήρια ἐπιτε-
[λε]ῖται", ἐπιμέλειαν ἕξειν, ὅπως γίνηται τὰ κατὰ τὰν τελετὰν θεοπρεπῶς καὶ ἀπὸ παντὸς τοῦ δικαίου, καὶ μήτε αὐ-25 καθ’ ὃ ἂν οἱ ἱεροὶ διατάξωντι· ἂν δέ τις ἄλλ⟨ω⟩ς ἔχει τὸν εἱματισμὸν παρὰ τὸ διάγραμμα, ἢ ἄλλο τι τῶν κεκωλυμένων, μὴ ἐπιτρεπέ-
τω ὁ γυναικονόμος καὶ ἐξουσίαν ἐχέτω λυμαίνεσθαι, καὶ ἔστω ἱερὰ τῶν θεῶν. v ὅρκος γυναικονόμου· v οἱ δὲ ἱεροὶ ὅταν καὶ αὐτοὶ ὀμό-
σωντι, ὁρκιζόντω τὸν γυναικονόμον ἐπὶ τῶν αὐτῶν ἱερῶν, εἶ μὰν ἕξειν ἐπιμέλειαν περί τε τοῦ εἱματισμοῦ καὶ τῶν λοιπῶν τῶν
ἐπιτεταγμένων μοι ἐν τῶι διαγράμματι". v πομπᾶς· ἐν δὲ τᾶι πομπᾶι ἁγείστω Μνασίστρατος, ἔπειτεν ὁ ἱερεὺς τῶν θεῶν οἷς
τὰ μυστήρια γίνεται, μετὰ τᾶς ἱερέας, ἔπειτα ἀγωνοθέτας, ἱεροθύται, οἱ αὐληταί· μετὰ δὲ ταῦτα αἱ παρθένοι αἱ ἱεραί, καθὼς ἂν λά-
30χωντι, ἄγουσαι τὰ ἅρματα ἐπικείμενας κίστας ἐχούσας ἱερὰ μυστικά· εἶτεν ἁ θοιναρμόστρια ἁ εἰς Δάματρος καὶ αἱ ὑποθοιναρ-
μόστριαι αἱ ἐμβεβακυῖαι, εἶτεν ἁ ἱέρεα τᾶς Δάματρος τᾶς ἐφ’ ἱπποδρόμωι, εἶτεν ἁ τᾶς ἐν Αἰγίλᾳ· ἔπειτεν αἱ ἱεραὶ κατὰ μίαν, κα-
θώς κα λάχωντι, ἔπειτεν οἱ ἱεροί, καθώς κα οἱ δέκα διατάξωντι· ὁ δὲ γυναικονόμος κλαρούτω τάς τε ἱερὰς καὶ παρθένους καὶ ἐπιμέλειαν
ἐχέτω, ὅπως πομπεύωντι, καθώς κα λάχωντι· ἀγέσθω δὲ ἐν τᾶι πομπᾶι καὶ τὰ θύματα, καὶ θυσάντω τᾶι μὲν Δάματρι σῦν ἐπίτοκα, Ἑρμᾶ-
νι κριόν, Μεγάλοις Θεοῖς δάμαλιν, σῦν, Ἀπόλλωνι Καρνείωι κάπρον, Ἅγναι οἶν· σκανᾶν· σκανὰν δὲ μὴ ἐπιτρεπόντω οἱ ἱεροὶ μηθένα ἔχειν ἐν
35 τετραγώνωι μείζω ποδῶν τριάκοντα, μηδὲ περιτιθέμεν ταῖς σκαναῖς μήτε δέρρεις μήτε αὐλείας, μηδέ, ἐν ὧι ἂν τόπωι περιστεμ-ἐν ταῖς σκαναῖς· μηθεὶς κλίνας ἐχέτω ἐν τᾶι σκανᾶι μηδὲ ἀργυρώματα πλείονος ἄξια δραχμᾶν τριακοσιᾶν· εἰ δὲ μή, μὴ ἐπιτρεπόν-
τω οἱ ἱεροὶ, καὶ τὰ πλειονάζοντα ἱερὰ ἔστω τῶν θεῶν. vἀκοσμούντων· v ὅταν δὲ αἱ θυσίαι καὶ τὰ μυστήρια συντελεῖται, εὐφαμεῖν {ι} πάν-
40τας καὶ ἀκούειν τῶν παραγγελλομένων· τὸν δὲ ἀπειθοῦντα ἢ ἀπρεπῶς ἀναστρεφόμενον εἰς τὸ θεῖον μαστιγούντω οἱ ἱεροὶ
καὶ ἀποκωλυόντω τῶν μυστηρίων. v ῥαβδοφόρων· v ῥαβδοφόροι δὲ ἔστωσαν ἐκ τῶν ἱερῶν εἴκοσι καὶ πειθαρχούντω τοῖς ἐπιτελούν-λάμψεσθαι διάφορον· ἔστι δὲ ἃ δεῖ παρέχειν πρὸ τοῦ ἄρχεσθαι τῶν μυστηρίων, ἄρνας δύο λευκούς, ἐπὶ τοῦ καθαρμοῦ κριὸν εὔχρουν καί, ὅταν
ἐν τῶι θεάτρωι καθαίρει, χοιρίσκους τρεῖς, ὑπὲρ τοὺς πρωτομύστας ἄρνας ἑκατόν, ἐν δὲ τᾶι πομπᾶι Δάματρι σῦν ἐπίτοκα, τοῖς δὲ Μεγάλοις
Θεοῖς δάμαλιν διετῆ, σῦν, Ἑρμᾶνι κριόν, Ἀπόλλωνι Καρνείωι κάπρον, Ἅγναι οἶν· ὁ δὲ ἐγδεξάμενος κατεγγυεύσας ποτὶ τοὺς ἱεροὺς λα-
70βέτω τὰ διάφορα καὶ παριστάτω τὰ θύματα εὐίερα καθαρὰ ὁλόκλαρα, καὶ ἐπιδειξάτω τοῖς ἱεροῖς πρὸ ἁμερᾶν δέκα τῶν μυστηρίων· τοῖςτε ταῖς θυσίαις καὶ μυστηρίοις αὐλητὰς καὶ κιθαριστάς, ὅσους κα εὑρίσκωντι εὐθέτους ὑπάρχοντας, καὶ οἱ προγραφέντες λειτουργούντω
75 τοῖς θεοῖς. v ἀδικημάτων· v ἂν δέ τις ἐν ταῖς ἁμέραις, ἐν αἷς αἵ τε θυσίαι καὶ τὰ μυστήρια γίνονται, ἁλῶι εἴτε κεκλεβὼς εἴτε ἄλλο τι ἀδίκη-
μα πεποιηκώς, ἀγέσθω ἐπὶ τοὺς ἱερούς· καὶ ὁ μὲν ἐλεύθερος, ἂν κατακριθεῖ, ἀποτινέτω διπλοῦν, ὁ δὲ δοῦλος μαστιγούσθω καὶ ἀποτεισάτω δι-τω περὶ τῶν δραπετικῶν, ὅσοι κα ἧνται ἐκ τᾶς ἁμετέρας πόλεος, καὶ ὅσους κα κατακρίνει, παραδότω τοῖς κυρίοις· ἂν δὲ μὴ παραδιδῶι ἐξέσ-
τω τῶι κυρίωι ἀποτρέχειν ἔχοντι. v περὶ τᾶς κράνας· v τᾶς δὲ κράνας τᾶς ὠνο{ι}μασμένας διὰ τῶν ἀρχαίων ἐγγράφων Ἅγνας καὶ τοῦ γε[γε]-
85νημένου ποτὶ τᾶι κράναι ἀγάλματος τὰν ἐπιμέλειαν ἐχέτω Μνασίστρατος, ἕως ἂν ζεῖ, καὶ μετεχέτω μετὰ τῶν ἱερῶν τᾶν τε θυσι-τῶν τε διαφόρων, ὅσα κα οἱ θύοντες ποτὶ τᾶι κράναι προτιθῆντι ἢ εἰς τὸν θησαυρόν, ὅταν κατασκευασθεῖ, ἐμβάλωντι, λαμβανέτω Μνα-
σίστρατος τὸ τρίτον μέρος· τὰ δὲ δύο μέρη, καὶ ἄν τι ἀνάθεμα ὑπὸ τῶν θυσιαζόντων ἀνατιθῆται, ἱερὰ ἔστω τῶν θεῶν· ὁ{ι} δὲ ἱερεὺς καὶ οἱ ἱε-
ροὶ ἐπιμέλειαν ἐχόντω, ὅπως ἀπὸ τῶν διαφόρων ἀναθέματα κατασκευάζηται τοῖς θεοῖς, ἃ ἂν τοῖς συνέδροις δόξει. v θησαυρῶν κατασκευ-
90ᾶς· v οἱ ἱεροὶ οἱ κατεσταμένοι ἐν τῶι πέμπτωι καὶ πεντηκοστῶι ἔτει ἐπιμέλειαν ἐχόντω μετὰ τοῦ ἀρχιτέκτονος, ὅπως κατασκευασ-
[θ]ῆντι θησαυροὶ λίθινοι δύο κλαικτοί, καὶ χωραξάντω τὸν μὲν ἕνα εἰς τὸν ναὸν τῶν Μεγάλων Θεῶν, τὸν δ’ ἄλλον ποτὶ τᾶι κράναι, ἐν ὧι ἂν τό-
πωι δοκεῖ αὐτοῖς ἀσφαλῶς ἕξειν, καὶ ἐπιθέντω κλᾶϊκας, καὶ τοῦ μὲν παρὰ τᾶι κράναι ἐχέτω τὰν ἁτέραν κλᾶϊκα Μνασίστρατος, τὰν δὲ ἄλ-95 διαγράμματι γέγραπται. vv ἱεροῦ δείπνου vv· οἱ ἱεροὶ ἀπὸ τῶν θυμάτων τῶν ἀγομένων ἐν τᾶι πομπᾶι ἀφελόντες ἀφ’ ἑκάστου τὰ νόμιμ[α]
[μέρη] τοῖς θεοῖς [τὰ λοι]πὰ κρέα καταχρησάσθωσαν εἰς τὸ ἱερὸν δεῖπνον μετὰ τᾶν ἱερᾶν καὶ παρθένων, καὶ παραλαβόντω τόν τε ἱερῆ
[καὶ τὰν] ἱέρεαν κ[αὶ τὰ]ν ἱέρεαν τοῦ Καρνείου καὶ Μνασίστρατον v καὶ τὰν γυναῖκα τε καὶ τὰς γενεὰς αὐτοῦ καὶ τῶν τεχνιτᾶν τοὺς λει- -
CGRN 223
Regulation concerning festivals from Arkadia
Date:- ca. 450 BC
[..?..]
[..?.. τἀβδόμαι ἰσταμίνο (?) ..?..] τᾶι ⌈τρ⌉μιανβρὶ (?), ὄϝιν καλιστεύϝονσαν, τὰ κ[ρ]έα ἄϝεθλα θε̑ναι ⁝ τἀλφεο̑ι χο̑[ρον ..?..]
[..?.. ἐν τοῖς (?)] Μαραθίδα⌈ι⌉τς ὄϝις καλιστεύϝονσα, τᾶι τριανβρὶ κ᾽ ἄϝεθ⌈λα⌉αλ τὰ κρέα θ[ε̑ναι ..?..]
[..?..] βόε δύϝο, τᾶι παναγόρι τᾶι τριανβρ[ί] ⁝ τᾶι τριπαναγόρι, ἰν Κορυνιτίοι, το̑ι Ι[..?..]
[..?.. ὄϝι]ν ὄρενα ἰν (...) ⁝ τἀλφεο̑ι χ{⁝}ο̑ρον ἰν Ϝελϝειον vvv ἰν Ἀλέαν το̑ν Μαραθιδᾶ[ν ..?..]
5[..?..]+ ὄϝις κεραῒς καλιστεύϝονσα, χο̑ρο δύϝο καλιστ⟨ε⟩ύϝοντε, ἃ θεμιστία ⁝ Τ[..?..][..?..]ΑΤΑΙ, κόρϝον, ἐνϝότοι ϝέτει, ἐξάγεν ἀσπίδα, ἀκόντιον, φοινικὶς, ξίφος, Κ[..?..]
[..?..]ΙΑΤΕΤΟΝΑΣΙΑ ⁝ ἰν Κορυνίτιον τᾶι τριανβρὶ βο̑ν, τὀτινίοι ὄϝιν ὄρενα, ΤΑ[..?..]
[..?.. Ζα]πατέαι ὄϝιν ὄρενα, ἐνϝότοι ϝέτει τοίπερ Ὁπλόδμια ⁝ Ζαπατέαι το̑ι ΠΑ[..?..] s
[..?..]ΟΝ ⁝ ἰν Κελεπρόδει το̑ι Κεραυνο̑ι ἰερόνιον, Ὀλυνπίαι ὄ⟨ι⟩ς {Τ} ⁝ ἰν Σπέλαι το̑ι [..?..]
10[..?.. ὄϝιν (?)] ὄρενα, ἐνϝότοι ϝέτει ὅτε περ Ὁπλόδμια ⁝ τᾶι παναγόρι τὰς ἑκοτὸν [..?..][..?.. ϝε]κατέρας ⁝ ΤΑΣΧΑΛΟΕΜΙΛΑΙΟΝΠΥΝΠΡΑΙ προστέθειον, τᾶν ϟεσϟάρον [..?..]
[..?..]ΟΙ ὄϝιν ὄρενα ⁝ το̑ι Θερέται κριὸν ⁝ τἀλφεο̑ι κριὸν, τρε̑ς αἶσαι το̑ννυ ⁝ [..?..]
[..?..]μεν χο̑ρο δύϝο, τᾶι ἰερέαι ὀϟελὸ δύο. vacat
[..?.. ἰν Γεν]έσϝαν ⁝ ἰν Γενέσϝαν ὄϝιν, τἀγδόαι ἰσταμίνο, τὀρμᾶι ἄγαλμα, Π[..?..]
15[..?..]ϟΕΥΣΙ ⁝ το̑ι Διϝονύσοι, ἰν 《Ὑ》λασμο[ῖ]ς, αἴξ ὄρεν προτρύγιος ⁝ το̑ι ΚΕ[..?..]
[..?.. ἐνϝότοι ϝέτει τοίπερ Ὁπλό]δμια ⁝ ἰν Καίταυ βοῦς, το̑ι ἁ τριανβρὶς, το̑ι δ᾽ ἀτέροι ϝέτε⟨ι⟩ ὄϝις ὄ[ρεν ..?..]
[..?..]Ν ἑμίτειαν, κερίον ⁝ ἰν Σάμασι ὄϝις ὄρεν, τἀτέροι ϝἔτ[ει ..?..][..?.. ἰν Γ]ενέσϝαν ὄϝις ὄρεν ⁝ ἰν Τετοναταν ὄϝις σκεπτός ⁝ ἰν ΟΡ+[..?..]
[..?.. τἀ]τέροι ϝέτει, θυϝέα, ὀϟελόν ⁝ τὀρακλεῖ ὄϝιν ὄρεν[α ..?..]
20[..?..]+Σ, βοῦς ἄφετος, ὄϝιε δύϝο ὄρενε, κερίο δύϝο κὰς Ο[..?..] -
CGRN 225
Dossier of regulations concerning the cult of the Goddess at Marmarini (near Larisa)
Date:- ca. 225-150 BC
Face A
[...]Υ ἐστιν ἐπείδη (?) [..?..]
[πρ]ὸ τῶν Ἐλουλαίων : τῆι δωδεκάτηι Μοίραι προθύειν καὶ κοινῆι, καὶ
[ἰδ]ίαι τὸμ βουλόμενον τῶν τετελεσμένων : τρεισκαιδεκάτηι, πλυντήρι-
5α τῶμ περὶ τὴν θεὸν ἱερῶν, ναὸν καὶ ΠΕΡ[...c.6...]ΑΝ καὶ τύμπανα καὶ πρόσαυ-
λον, καὶ μογγαι θυσία, καὶ καθαρμὸς [...c.6...]ται ἐν τῶι ἱερῶι μετὰ τῆς vἱερείας, (sic) τὰς φοιβατρίας καὶ τὸν νεωκόρον καὶ ἄν τις ἄλλος βούληται τῶν
τετελεσμένων : τεσσαρεσκαιδεκάτηι κοσμεῖν τὴν θεὸν καὶ ἀγερv-
μὸν ἀποθύειν τῶι Ἡλίωι : πεντεκαιδεκάτηι θύειν τῶι Πανὶ ὃν Σύροι Νειρι-
10γλην καλοῦσιν τὸμ βουλόμενον καὶ θέλοντα, καὶ ἐπὶ τὴν τράπεζαν ἐπιτι-ζαν ἐπικειμένων· ὑδρεύεσθαι δὲ καὶ τῆι χύτραι τὸ ὕδωρ τῆι νυκτερινῆι
ἀπὸ κρήνης : ἑκκαιδεκάτηι χύτραν ἀνοίγειν καὶ τᾶι Μοίραι θύειν τὸμ
15βουλόμενον : τῆι μετὰ τὴν πομπὴν θύειν Ἀδαραι καὶ ἁλὶ βάλλειν : τῆι ΔΕ vv
ἐνάτηι (sic) Λιλλαι ἁλὶ βάλλειν καὶ ⟨θύειν⟩ Ἀρτέμιδι Φυλακῆι καὶ Ἀπόλλωνι Πυλού-
χωι ὅ τι ἄν θέληις κα⟨ὶ⟩ ἐσθίειν πάντας : εἰκάδι θύειν τράπεζαν κα⟨ὶ⟩ ἐπιθύειν
τῆι θεῶι ὅ τι ἄν ἔχηις : τελετὴ τῆς θεοῦ· ἂμ μὲν θέλων τελίσκηται, τρεῖς
ἡμέρας θεραπεύειν, τῆι τρίτηι ξυρεῖσθαι· ἐὰν δὲ τῶν ἀκαθάρτων τις θέ-20ληι τελεσθῆναι, ξυρησάσθω· ἐν τρισὶ χωρίοις σχοῖνον λαβών, ξυρεῖσθω
καὶ διακλαινέστω τὸ στόμα, ὁ μὲν ἁγνὸς τῆς θεοῦ ἀπὸ τοῦ χρυσίου καὶ τῆς
βοτάνης, ὁ δὲ ἀκάθαρτος τελισκόμενος αἵματι (διακλαινέστω τὸ στόμα) ὄρ-στω· φερέτω δὲ λαγάνων χοίνικα ἀττικὴν καὶ δύο κοτύλας οἴνου ἀπὸ τοῦ ἀγε[ρ]-
25μοῦ· ἀγείρειν τῆι τρίτηι δεῖ ἧιπερ ξυρεῖται, καὶ τῆι Μοίραι θύειν ὄρνιθα καὶ ἀν[αλ]-
ίσκειν τὸν ἀγερμὸν ὅ τι ἂν ἀγείρηι· ἀποτινέτω δὲ καὶ τῆς σχοίνου τῆι θεῶι π[ρὸ]
τοῦ ξυρήσασθαι τριώβολον· ὅταν δὲ ξυρήσηται, τῆς ἱλατηρίας ὀβολὸν· λαμ[βα]-νέτω δὲ ἐν τρισὶ χωρίοις· φερέτω δὲ καὶ ἄρτον εἰς τὴν σχοῖνον : ἂν δὲ καταβε-
βρωμένος, θεραπεύειν ὡς ἐ[ζημι]ωμένον ὑπὸ τῆς θεοῦ· θεραπευέτω ἕως
30ἂν ὑγιάνηι καὶ τιθέτω ἡμιωβέλιον καὶ (?) [...c.5..]ΚΟΥ καὶ τὸν ἄρτον : σκάφην ἐάν
τις αἴρηι, τὴμ μὲν πρώτην αἴρειν παρὰ Μοίραι καὶ θύειν πρόβατον τέλεον, ἐ-
άν τε ἄρσεν ἢ θῆλυ βούληται, καθαρὸν, λαγάνων τέσσαρας χοίνικας, οἴνουὅρκον ἐάν τις ὀμνύηι περὶ [.]Α[..?..], ὀβ[ο]λὸν τιθέτω,
π[ε]ριλαβὼν ὅπλον τῆς θεοῦ ὅ τι ἂμ βούληται [....c.8....· εἰ ?] δὲ μνᾶς ἄξ̣ιον, v
50τριώβολον τιθέτω καὶ λαμβανέτω τὸν [.]Ο[..?..]· ἐὰν δὲ ἀτέλεστοςFace B
vacat
εἰς τὸν ναὸν τῆς θεοῦ ἀμύητον μὴ εἰσπορεύεσθα[ι]·
ἐὰν δὲ εἰσέλθηι, καθαίρειν ἀλεκτορίδι καὶ μετα-
θύειν ἄλλον ἀλέκτορα τέλεον ἐπὶ τὸν τῆς Μοίρας
βωμόν, καὶ καθαίρειν τὴν ἱέρειαν ἢ τὸν νεωκόρον20τινέτω εἰς τὸ ἱερὸν ἄρνα καὶ τὰ ἐπὶ τούτωι τὴν θυσίαν.
ἐπιγραφὴ εἰς τὸ περίστυλον· “προθῦσαι πρώτηι τῆι Φυλα-
κῆι καὶ τῶι Μηνὶ θύματα, λιβανωτόν”. vacat
ἐὰν δέ τις θυσίαν βούληται θύειν ἀλέκτορας λευκούς, θ[ύ]-
ειν τῶι μὲν Μηνὶ ἄρσενας, τῆι δὲ Φυλακῆι θηλείας, καὶ ἐὰν ἀρ-
25νία θ ⌈έ⌉ η λῃ, τὸν αὐτὸν τρόπον· εἰσπορεύεσθαι δὲ ἔ[σ]ω, τὴμ μὲν ⟨ἀπὸ⟩ λ[ο]-γεγραμμένων, καθαράτω τοὺς βωμοὺς νοσσῶι ἀλέκτο-
30ρος, καὶ ἐπιθυσάτω ἐπὶ τοῦ τῆς Φυλακῆς βωμοῦ ὄρνιθα θή-
λειαν ἢ ἀποπυρίδα, μνᾶν κρέων ὁποίων ἂν θέληις πλὴν χοιρέ-τέσσαρας· καθαίρειν δὲ τὸν νεωκόρον ταῦτα καὶ τῶν φοι-
βατριῶν ἥτις ἂμ παρῆι : ἐὰν δέ τις θύειν βούληται τῆι θεῶι Ἑλ-
35ληνικῶι νόμωι, ἔξεστιν ὅ τι ἂμ βούληται πλὴν χοίρου· ἐπὶ δὲ τῆ[ι]ται καὶ ἐσθιέτω ὁ βουλόμενος : ἂν δέ τις τραπεζοπλησίαν βού-
45ληται ποιεῖν τῆι θεῶι τελέαν, πρόβατον τέλεον, ἄρσεν ἢ θῆλυ, v[v]
ἕψειν δὲ ὅλον, ὁμόρας [χ]οίνικας δύο, λαγάνων χοίνικας τέσσαραςλύχνον καὶ ἀτέλεσ[τ]ος τούτων οὐ γεύεται : ἐάν τις πανημερί-
σαι βούληται τῆι θεῶι, ἄριστον φερόμενος ὅ τι ἂν βούληται, πλὴγ
50χοιρέων κρεῶν, καὶ ἐπὶ λύχνον ἐλ[αί]ου ἡμικοτύλιον. vacat
πρὸς τὸ οὖας τῆς θεοῦ καὶ τὰς χα[ίτα]ς, λ[ι]βανωτὸν, σμύρναν, θυ-
μίαμα, ἀρώματα, μύρον ῥόδινον, τριώβ[ολο]ν εἰς θησαυρόν. vacat60προβάτων : ὅσοι ἂν βούλωνται Νισαναίοις ἢ Ἀλουλαίοις θύειν, εἰς τὴν πομ-
πὴν τὸ ἱερεῖον [ἄ]γειν· ἔστω δὲ ἡ πομπὴ Νισαναίοις μὲν ἐὰν ἡ θεὸς ἀπὸ
ποταμοῦ ἔλθηι, τῆι αὔριον : Ἀλουλαίοις δὲ τῆι ἑπτακαιδεκάτηι τὸ πρωΐ·εἰς νύκτα δὲ λαμπαδεύεσθαι· πέμπειν δὲ τὸμ βουλόμενον, αὐθημε-
ρὶ λελουμένον κατὰ κεφαλῆς καὶ εἰσπορεύεσθαι ἕως τοῦ ἱεροῦ τῆς Φυλακῆς.
65ἐάν τις ὁλοκαυτῆσαι βούληται, κριὸν τέλεον, εἰ δὲ μή, ἄρνα ἄρσενα, ἐπὶμέγαν ἀτέλεστον μὴ προσιέναι, μηδὲ ἀλεκτορίδα θύειν ἐπ᾽ αὐτοῦ, μ ⌈η⌉ ε δ᾽
75ὠιὸν προσφέρειν, ἀλλ’ ὅταν τις τῆι θεῶι ἀλεκτορίδα θύηι, ἐπὶ τὸν τῆς Μοίρας
βωμὸν καὶ προσπορευέσθω ὁ βουλόμενος ἐπὶ τὸν τῆς Μοίρας καὶ Ἡλίου βωμόν·
ἐὰν δέ τις προσέλθηι πρὸς τὸν μέγαν βωμὸν ἀτέλεστος, καθαιρέτω κατὰ τὴ[ν]προγεγραμμένην τοῦ περιστύλου κάθαρσιν : ὡσαύτως δὲ φυλασσέσθωσαν
καὶ ἀπὸ τοῦ Αδαρα καὶ Λιλλα βωμοῦ· ἐάν τις ἅψηται, καθαιρέτω κατὰ τὴν προ-
80γραφὴν τοῦ περιβόλου. ἐὰν δέ τις ἐν τῶι περιστύλωι ἢ οὐρήσει ἢ αἷμα ποήσει, -
CGRN 226
Sacrificial regulation for Aphrodite from the Rhodian Peraia
Date:- 1st-2nd century AD
[Ἀφ]ροδίτας· Καρνείου
[ἰκά]δι ἄρνα ἢ ἔριφον καὶ -
CGRN 227
Decree and oracle concerning the sanctuary of Aphrodite at Anaphe
Date:- 2nd century BC
v [λε]σθέντος δὲ [τοῦ ναοῦ ἔστω δαμοσ]ίος [κα]-
v θότι καὶ ὁ θεὸς ἔ[χρ]ησεν· [τ]ᾶς δ’ ἐπερωτάσ[ε]-
v ως καὶ τοῦ χρησμοῦ ἀντίγραφά ἐστιν τάδε.v λεῦς, κατὰ δὲ ὑοθεσίαν Ἰσοπόλιος· ἀξίως αὐτῶι δοθῆ-
v μεν ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Ἀσγελάτα τό-
10v πον, ὥσ[τε ναὸ]ν Ἀφροδίτας οἰκοδομῆσαι, ὕλ[α]ι καὶ λί-
θοις καὶ χοῒ [χ]ρώμενος ἐκ τοῦ ἱεροῦ ὧν κα χρείαν ἔχηι,v Εὐδώρειον οἶκον καὶ τὸν Μειδίλειον· τὸν δὲ τόπον,
[ὁ]πεῖ ὁ βωμὸς τοῦ Κτησίου καὶ τὸ ξοάνιον, τὸν τοῖχον
15λύσαντα τὰν πάροδον ποιῆσαι ἐς τὸν ναὸνδοκῆι χρήσιμον ἦμεν· συντελεσθέντος δὲ
τοῦ ναοῦ ἦμεν δαμόσιον καθὰ καὶ ὁ θεὸς ἔχρησε.
τᾶς δὲ ἐπερωτάσιος καὶ τοῦ χρησμοῦ ἀντίγροφόνvacat
25v ἐπερωτᾶι Τιμόθεος [τὸ]ν θεὸν πότερον
v αὐτῶι λῶιον καὶ ἄμει[νό]ν ἐστιν αἰτήσασθαιv τὰν πόλιν ἐν {τ} ὧι ἐπινοεῖ τόπωι, ἐν τῶι τοῦ
v Ἀπόλλωνος τοῦ Ἀσγελάτα, ὥστε ναὸν τᾶς
v Ἀφροδίτας οἰκοδ[ο]μῆσαι καὶ ἦμεν δαμόσιον,
30v ἢ ἐν τῶι ἱερῶι τοῦ Ἀ[κ]λαπιοῦ ἐν ὧι ἐπινοεῖ
v τόπωι. ὁ θεὸς ἔχρησε αἰτήσασθ[α]ι ἐν τῶι το[ῦ]
v Ἀπόλλωνος· τελεσθέντος δὲ τοῦ ναοῦ ἀνα-
v γραφῆμεν τό τε ψάφισμα καὶ τὸν χρησμὸν -
CGRN 228
Fragment of a sacrificial calendar from the sanctuary of Zeus and Hera at Panamara
Date:- ca. 50-1 BC
[μο]λπὴν καὶ βουθυσίαν [..?..]
[...]σι τοῦ θεοῦ θύε[ιν ..?.. καὶ]
10[παρ]ασκευάζειν [..?..] -
CGRN 229
Sacrificial regulation for Aphrodite Peitho and Hermes at Mytilene
Date:- 3rd-2nd century BC
θεός· τύχα ἀγαθά·
ὄ κε θέλη θύην ἐπὶ τῶ βωμ[ῶ]
τᾶς Ἀφροδίτας τᾶς Πεί-
⟦θως⟧ καὶ τῶ Ἐρμᾶ, θυέτω
5⟦[..?..]⟧ -
CGRN 231
Sacrificial regulation for Eros at Athens
Date:- ca. 450 BC
Text A
[..?..]
το͂ι Ἔρωτι hε ἑορτὲ
[τ]ετράδι hισταμέν[ο][τ]ετράδι hισταμέν[ο]
Μονιχιο͂ν[ο]ς μεν[ός].
Ἀφροδ[ί]τ[ες].