349 occurences of ἱερός in 93 files.
-
CGRN 213
Regulation concerning the priestess or priestesses called Galato at Pednelissos
Date:- late 4th - early third century BC
[τεθνη]κυίαι (?) ἔτ᾽ ἔτυν δέλλιν· καὶ ἐὰν καθάρηι αὐτήν, [.....c.10.....]
[....c.8....] μέλανα ἕμη (?) περιβαλλέσθωσαν εἰς τὰ ἱερὰ [....c.7...]
[....c.8....]Ι ἐπὶ νεκρῶι ἔστω ῥυπαρόν· ἔτι δὲ καὶ [........c.15.......]
15[....c.8.... ἔ]λθωσιν (?), πλυνάτω καὶ ἔστω καθαρόν· ἐν δὲ ἱερ[ῶι (?) ...c.6...]
[....c.8....]αδε ἄρτους ἱεροὺς μὴ πωλήσει· καὶ ὅταν ΠΑΙ[.....c.10.....]
[....c.8.... ἡ] πόλις ἱππέα ἀλεύρων καὶ ειο[....c.7...]ειομ[....c.8....] -
CGRN 215
Small sacrificial regulation for Asclepius and Hygieia in Attica
Date:- 1st century BC
ἱερὸν τὸ τέμεν[ος]
τοῦ Ἀσκληπιοῦ καὶ -
CGRN 218
Contract of sale for the priesthood (of Asclepius?) on Kos
Date:- ca. 125-75 BC
Fragments AB
[ἐξ]αιρεύντωι τ[ὸ εὑρεθὲν καὶ ἓν μέρος ἀποδιδόντωι τῶι ἱερ]εῖ, τὰ δὲ δύο μέρηι vacat
[φ]ερόντωι ἐπὶ τὰ[ν τράπεζαν ὅπως δοθῇ ἀνάθεμα ἐς τὸ ἱερ]ὸν ἀπὸ τᾶν ἀπαρχᾶν
25 ἅ κα δόξῃ τῶι δ[άμωι· ὁ δὲ ἱερεὺς ἐπιμελείσθω καὶ ὅπωις ᾖ] φῶς ἐπὶ τῶιν βωμῶιν -
CGRN 220
Contract of sale for the priesthood of Aphrodite Pandamos and Pontia on Kos
Date:- late 2nd century BC
Face B
το ὑπαρχέτω ἐς κατασκευάσματα ἅ κα δόξῃ τᾶι ἐκλησίαι, καὶ ἐς ἐπισ-
κευὰν τοῦ ἱεροῦ· αἰ δέ κά τις ψαφίξηται ὥστε{ι} ἐς ἄλλο τι καταχρη[σ]θῆμεν
τὰ ἐκ τῶν θησαυρῶν ἢ προστάτας προθῆι, ἀποτισάτω τῶν α⟨ἰτί⟩ων ἕκασ-
τος δραχμὰς χειλίας ἱερὰς τᾶς Ἀφροδίτας καὶ ἁ γνώμα ἄκυρος ἔστω·
25ἀπαρχέσθων δὲ καὶ τοὶ ἐλευθερούμενοι ἐν ὧι κα ἐνιαυτῷ ἐλευθερω-κατὰ ταὐτὰ δὲ καὶ αἴ τινά κα ἁ ἱέρεια μὴ ποιῇ τῶν ποτιτεταγμένων αὐ-
τᾶι κατὰ τὰν διαγραφάν, ἀποτεισάτω δραχμὰς χειλίας ἱερὰς Ἀφροδί-
35τας, φαινέτω δὲ ὁ χρῄζων κατὰ τὸν νόμον· ἐπὶ δὲ τᾶι πράσει τᾶς ἱερωσύ-[πὶ τ]οῦ αὐτοῦ μονάρχου· καὶ ἐπεὶ ὁ δᾶμος εὐσεβῶς διακείμενος κατεσκε[ύ]-
[ακε ποτὶ] τῶι ἐπὶ θαλάσσαι ἱερῶι καὶ ἄλλα χρηστήρια, καρπευέσθω καὶ ταῦ[τα]
45[ἁ ἱέρεια· τοὶ δ]ὲ πωληταὶ ἀπομισθωσάντω ἀναγράψαι τάνδε τὰν διαγραφὰ[ν] -
CGRN 222
Dossier of regulations concerning the mysteries at Andania
Date:- probably 23 AD
Face A
[ὅρκος] ἱερῶν καὶ ἱερᾶν· ὁ γραμματεὺς τῶν συνέδρων τοὺς γενηθέντας ἱεροὺς ὁρκιξάτω παραχρῆμα, ἂμ μή τις ἀρρωσ[τεῖ],
[ἱερῶ]ν καιομένων, αἷμα καὶ οἶνον σπένδοντας, τὸν ὅρκον τὸν ὑπογεγραμμένον· "ὀμνύω τοὺς θεούς οἷς τὰ μυστήρια ἐπιτε-
[λε]ῖται", ἐπιμέλειαν ἕξειν, ὅπως γίνηται τὰ κατὰ τὰν τελετὰν θεοπρεπῶς καὶ ἀπὸ παντὸς τοῦ δικαίου, καὶ μήτε αὐ-[τ]ὸς μηθὲν ἄσχημον μηδὲ ἄδικον ποιήσειν ἐπὶ καταλύσει τῶν μυστηρίων μηδὲ ἄλλωι ἐπιτρέψειν, ἀλλὰ κατακολου-
5θήσειν τοῖς γεγραμμένοις, ἐξορκίσειν δὲ καὶ τὰς ἱερὰς καὶ τὸν ἱερῆ κατὰ τὸ διάγραμμα "εὐορκοῦντι μέν μοι εἴη, ἃ τοῖς εὐ-
σεβέοις, ἐφιορκοῦντι δὲ τἀναντία"· ἂν δέ τις μὴ θέλει ὀμνύειν, ζαμιούτω δραχμαῖς χιλίαις καὶ ἄλλον ἀντὶ τούτου κλαρωσά-
τω ἐκ τᾶς αὐτᾶς φυλᾶς· τὰς δὲ ἱερὰς ὁρκιζέτω ὁ ἱερεὺς καὶ οἱ ἱεροὶ ἐν τῶι ἱερῶ⌈ι⌉κ τοῦ Καρνείου τᾶι πρότερον ἁμέραι τῶν μυστη-
ρίων τὸν αὐτὸν ὅρκον καὶ ποτεξορκιζόντω· "πεποίημαι δὲ καὶ ποτὶ τὸν ἄνδρα τὰν συμβίωσιν ὁσίως καὶ δικαίως"· τὰν δὲ μὴ
θέλουσαν ὀμνύειν ζαμιούντω οἱ ἱεροὶ δραχμαῖς χιλίαις καὶ μὴ ἐπιτρεπόντω ἐπιτελεῖν τὰ κατὰ τὰς θυσίας μηδὲ μετέ-
10χειν τῶν μυστηρίων, αἱ δὲ ὀμόσασαι ἐπιτελούντω· οἱ δὲ γεγενημένοι ἱεροὶ καὶ ἱεραὶ ἐν τῶι πέμπτωι καὶ πεντηκοστῶι
ἔτει ὀμοσάντω τὸν αὐτὸν ὅρκον ἐν τῶι ἑνδεκάτωι μηνὶ πρὸ τῶν μυστηρίων. v παραδόσιος· v τὰν δὲ κάμπτραν καὶ τὰ
βιβλία, ἃ δέδωκε Μνασίστρατος, παραδιδόντω οἱ ἱεροὶ τοῖς ἐπικατασταθέντοις, παραδιδόντω δὲ καὶ τὰ λοιπά, ὅσα
ἂν κατασκευασθεῖ χάριν τῶν μυστηρίων. vστεφάνων· v στεφάνους δὲ ἐχόντω οἱ μὲν ἱεροὶ καὶ αἱ ἱεραὶ πῖλον λευκόν,
τῶν δὲ τελουμένων οἱ πρωτομύσται στλεγγίδα· ὅταν δὲ οἱ ἱεροὶ παραγγείλωντι, τὰμ μὲν στλεγγίδα ἀποθέσθωσαν,
15 στεφανούσθωσαν δὲ πάντες δάφναι. v εἱματισμοῦ· v οἱ τελούμενοι τὰ μυστήρια ἀνυπόδετοι ἔστωσαν καὶ ἐχόντω τὸνδονίταν καὶ εἱμάτιον μὴ πλείονος ἄξια μνᾶς, αἱ δὲ δοῦλαι καλάσηριν ἢ σινδονίταν καὶ εἱμάτιον μὴ πλείονος ἄξια δρα-
χμᾶν πεντήκοντα· αἱ δὲ ἱεραί, αἱ μὲν γυναῖκες καλάσηριν ἢ ὑπόδυμα μὴ ἔχον σκιὰς καὶ εἱμάτιον μὴ πλέονος ἄξια δύο
20 μνᾶν, αἱ δὲ [παῖδε]ς καλάσηριν καὶ εἱμάτιον μὴ πλείονος ἄξια δραχμᾶν ἑκατόν· ἐν δὲ τᾶι πομπᾶι αἱ μὲν ἱεραὶ γυναῖκες ὑποδύ-
ταν καὶ εἱμάτιον γυναικεῖον οὖλον, σαμεῖα ἔχον μὴ πλατύτερα ἡμιδακτυλίου, αἱ δὲ παῖδες καλάσηριν καὶ εἱμάτιον μὴ δια-φανές· μὴ ἐχέτω δὲ μηδεμία χρυσία μηδὲ φῦκος μηδὲ ψιμίθιον μηδὲ ἀνάδεμα μηδὲ τὰς τρίχας ἀνπεπλεγμένας μηδὲ ὑπο-
δήματα εἰ μὴ πίλινα ἢ δερμάτινα ἱερόθυτα· δίφρους δὲ ἐχόντω αἱ ἱεραὶ εὐσυΐνους στρογγύλους καὶ ἐπ’[α]ὐτῶν ποτικεφάλαια
ἢ σπῖραν λευκά, μὴ ἔχοντα μήτε σκιὰν μήτε πορφύραν· ὅσα⟨ς⟩ δὲ δεῖ διασκευάζεσθαι εἰς θεῶν διάθεσιν, ἐχόντω τὸν εἱματισμόν,
25 καθ’ ὃ ἂν οἱ ἱεροὶ διατάξωντι· ἂν δέ τις ἄλλ⟨ω⟩ς ἔχει τὸν εἱματισμὸν παρὰ τὸ διάγραμμα, ἢ ἄλλο τι τῶν κεκωλυμένων, μὴ ἐπιτρεπέ-
τω ὁ γυναικονόμος καὶ ἐξουσίαν ἐχέτω λυμαίνεσθαι, καὶ ἔστω ἱερὰ τῶν θεῶν. v ὅρκος γυναικονόμου· v οἱ δὲ ἱεροὶ ὅταν καὶ αὐτοὶ ὀμό-
σωντι, ὁρκιζόντω τὸν γυναικονόμον ἐπὶ τῶν αὐτῶν ἱερῶν, εἶ μὰν ἕξειν ἐπιμέλειαν περί τε τοῦ εἱματισμοῦ καὶ τῶν λοιπῶν τῶν
ἐπιτεταγμένων μοι ἐν τῶι διαγράμματι". v πομπᾶς· ἐν δὲ τᾶι πομπᾶι ἁγείστω Μνασίστρατος, ἔπειτεν ὁ ἱερεὺς τῶν θεῶν οἷς
τὰ μυστήρια γίνεται, μετὰ τᾶς ἱερέας, ἔπειτα ἀγωνοθέτας, ἱεροθύται, οἱ αὐληταί· μετὰ δὲ ταῦτα αἱ παρθένοι αἱ ἱεραί, καθὼς ἂν λά-
30χωντι, ἄγουσαι τὰ ἅρματα ἐπικείμενας κίστας ἐχούσας ἱερὰ μυστικά· εἶτεν ἁ θοιναρμόστρια ἁ εἰς Δάματρος καὶ αἱ ὑποθοιναρ-
μόστριαι αἱ ἐμβεβακυῖαι, εἶτεν ἁ ἱέρεα τᾶς Δάματρος τᾶς ἐφ’ ἱπποδρόμωι, εἶτεν ἁ τᾶς ἐν Αἰγίλᾳ· ἔπειτεν αἱ ἱεραὶ κατὰ μίαν, κα-
θώς κα λάχωντι, ἔπειτεν οἱ ἱεροί, καθώς κα οἱ δέκα διατάξωντι· ὁ δὲ γυναικονόμος κλαρούτω τάς τε ἱερὰς καὶ παρθένους καὶ ἐπιμέλειαν
ἐχέτω, ὅπως πομπεύωντι, καθώς κα λάχωντι· ἀγέσθω δὲ ἐν τᾶι πομπᾶι καὶ τὰ θύματα, καὶ θυσάντω τᾶι μὲν Δάματρι σῦν ἐπίτοκα, Ἑρμᾶ-
νι κριόν, Μεγάλοις Θεοῖς δάμαλιν, σῦν, Ἀπόλλωνι Καρνείωι κάπρον, Ἅγναι οἶν· σκανᾶν· σκανὰν δὲ μὴ ἐπιτρεπόντω οἱ ἱεροὶ μηθένα ἔχειν ἐν
35 τετραγώνωι μείζω ποδῶν τριάκοντα, μηδὲ περιτιθέμεν ταῖς σκαναῖς μήτε δέρρεις μήτε αὐλείας, μηδέ, ἐν ὧι ἂν τόπωι περιστεμ-
ματώσωντι οἱ ἱεροί, μηθένα τῶν μὴ ὄντων ἱερῶν ἔχειν σκανάν· μηδὲ παρερπέτω μηθεὶς ἀμύητος εἰς τὸν τόπον, ὅν κα περιστεμμα-
τώσωντι· χωραξάντω δὲ καὶ ὕδρανας· ἀναγραψάντω δὲ καί, ἀφ’ ὧν δεῖ καθαρίζειν καὶ ἃ μὴ δεῖ ἔχοντας εἰσπορεύεσθαι. v ἃ μὴ δεῖ ἔχεινἐν ταῖς σκαναῖς· μηθεὶς κλίνας ἐχέτω ἐν τᾶι σκανᾶι μηδὲ ἀργυρώματα πλείονος ἄξια δραχμᾶν τριακοσιᾶν· εἰ δὲ μή, μὴ ἐπιτρεπόν-
τω οἱ ἱεροὶ, καὶ τὰ πλειονάζοντα ἱερὰ ἔστω τῶν θεῶν. vἀκοσμούντων· v ὅταν δὲ αἱ θυσίαι καὶ τὰ μυστήρια συντελεῖται, εὐφαμεῖν {ι} πάν-
40τας καὶ ἀκούειν τῶν παραγγελλομένων· τὸν δὲ ἀπειθοῦντα ἢ ἀπρεπῶς ἀναστρεφόμενον εἰς τὸ θεῖον μαστιγούντω οἱ ἱεροὶ
καὶ ἀποκωλυόντω τῶν μυστηρίων. v ῥαβδοφόρων· v ῥαβδοφόροι δὲ ἔστωσαν ἐκ τῶν ἱερῶν εἴκοσι καὶ πειθαρχούντω τοῖς ἐπιτελούν-
τοις τὰ μυστήρια καὶ ἐπιμέλειαν ἐχόντω, ὅπως εὐσχημόνως καὶ εὐτάκτως ὑπὸ τῶν παραγεγενημένων πάντα γίνηται, καθὼς ἂνπαραγγέλλωντι οἱ ἐπὶ τούτων τεταγμένοι· τοὺς δὲ ἀπειθοῦντας ἢ ἀπρεπῶς ἀναστρεφομένους μαστιγούντω· ἂν δέ τις τῶν ῥα-
βδοφόρων μὴ ποιεῖ, καθὼς γέγραπται, ἢ ἄλλο τι ἀδικοῖ ἢ ποιοῖ ἐπὶ καταλύσει τῶν μυστηρίων, κριθεὶς ἐπὶ τῶν ἱερῶν, ἂν κατακριθεῖ, μὴ
45 μετεχέτω τῶν μυστηρίων. περὶ τῶν διαφόρων· v τὰ δὲ πίπτοντα διάφορα ἐκ τῶν μυστηρίων ἐγλεγόντω οἱ κατασταθέντες ὑπὸἐκ ταυτᾶν τᾶν κρισίων διάφορα ὑπαρχέτω εἰς τὰν ἐπισκευὰν τῶν ἐν τῶι Καρνειασίωι· ὅταν δὲ ἐπι{σ}τελεσθεῖ, ὅσων χρεία ἐστὶ ποτὶ τὸ συν-
τελεῖν τὰ μυστήρια, ὑπαρχέτω τὰ πίπτοντα διάφορα τῶν μυστηρίων εἰς τὰς τᾶς πόλεος ἐ⟨σ⟩όδους. v θυμάτων παροχᾶς· οἱ ἱεροὶ μετὰ τὸ κα-
65τασταθῆμεν προκαρύξαντες ἐγδόντω τὰν παροχὰν τῶν θυμάτων, ὧν δεῖ θύεσθαι καὶ παρίστασθαι ἐν τοῖς μυστηρίοις, καὶ τὰ εἰς τοὺςἐν τῶι θεάτρωι καθαίρει, χοιρίσκους τρεῖς, ὑπὲρ τοὺς πρωτομύστας ἄρνας ἑκατόν, ἐν δὲ τᾶι πομπᾶι Δάματρι σῦν ἐπίτοκα, τοῖς δὲ Μεγάλοις
Θεοῖς δάμαλιν διετῆ, σῦν, Ἑρμᾶνι κριόν, Ἀπόλλωνι Καρνείωι κάπρον, Ἅγναι οἶν· ὁ δὲ ἐγδεξάμενος κατεγγυεύσας ποτὶ τοὺς ἱεροὺς λα-
70βέτω τὰ διάφορα καὶ παριστάτω τὰ θύματα εὐίερα καθαρὰ ὁλόκλαρα, καὶ ἐπιδειξάτω τοῖς ἱεροῖς πρὸ ἁμερᾶν δέκα τῶν μυστηρίων· τοῖς
δὲ δοκιμασθέντοις σαμεῖον ἐπιβαλόντω οἱ ἱεροί, καὶ τὰ σαμειωθέντα παριστάτω ὁ ἐγδεξάμενος· ἂν δὲ μὴ παριστᾶι ἐπὶ τὰν δοκιμασί-
αν, πρασσόντω οἱ ἱεροὶ τοὺς ἐγγύους αὐτὸ καὶ τὸ ἥμισυ, τὰ δὲ θύματα αὐτοὶ παρεχόντω καὶ ἀπὸ τῶν πραχθέντων διαφόρων κομισάσθωσαν
τὰν γενομέναν δαπάναν εἰς τὰ θύματα. v τεχνιτᾶν εἰς τὰς χοριτείας· v οἱ ἱεροὶ προγραφόντω κατ’ ἐνιαυτὸν τοὺς λειτουργήσοντας ἔν
τε ταῖς θυσίαις καὶ μυστηρίοις αὐλητὰς καὶ κιθαριστάς, ὅσους κα εὑρίσκωντι εὐθέτους ὑπάρχοντας, καὶ οἱ προγραφέντες λειτουργούντω75 τοῖς θεοῖς. v ἀδικημάτων· v ἂν δέ τις ἐν ταῖς ἁμέραις, ἐν αἷς αἵ τε θυσίαι καὶ τὰ μυστήρια γίνονται, ἁλῶι εἴτε κεκλεβὼς εἴτε ἄλλο τι ἀδίκη-
μα πεποιηκώς, ἀγέσθω ἐπὶ τοὺς ἱερούς· καὶ ὁ μὲν ἐλεύθερος, ἂν κατακριθεῖ, ἀποτινέτω διπλοῦν, ὁ δὲ δοῦλος μαστιγούσθω καὶ ἀποτεισάτω δι-
πλοῦν τὸ κλέμμα, τῶν δὲ ἄλλων ἀδικημάτων ἐπιτίμιον δραχμὰς εἴκοσι· ἂν δὲ μὴ ἐκτίνει παραχρῆμα, παραδότω ὁ κύριος τὸν οἰκέταν τῶι ἀ-
δικηθέντι εἰς ἀπεργασίαν· εἰ δὲ μή, ὑπόδικος ἔστω ποτὶ διπλοῦν. v περὶ τῶν κοπτόντων ἐν τῶι ἱερῶι· v μηδεὶς κοπτέτω ἐκ τοῦ ἱεροῦ τόπου·
ἂν δέ τις ἁλῶι, ὁ μὲν δοῦλος μαστιγούσθω ὑπὸ τῶν ἱερῶν, ὁ δὲ ἐλεύθερος ἀποτεισάτω, ὅσον κα οἱ ἱεροὶ ἐπικρίνωντι· ὁ δὲ ἐπιτυχὼν ἀγέτω
80 αὐτοὺς ἐπὶ τοὺς ἱεροὺς καὶ λαμβανέτω τὸ ἥμισυ. v φύγιμον εἶμεν τοῖς δούλοις· v τοῖς δούλοις φύγιμον ἔστω τὸ ἱερόν, καθὼς ἂν οἱ ἱεροὶ
ἀποδείξωντι τὸν τόπον, καὶ μηθεὶς ὑποδεχέσθω τοὺς δραπέτας μηδὲ σιτοδοτείτω μηδὲ ἔργα παρεχέτω· ὁ δὲ ποιῶν παρὰ τὰ γεγραμ-τω τῶι κυρίωι ἀποτρέχειν ἔχοντι. v περὶ τᾶς κράνας· v τᾶς δὲ κράνας τᾶς ὠνο{ι}μασμένας διὰ τῶν ἀρχαίων ἐγγράφων Ἅγνας καὶ τοῦ γε[γε]-
85νημένου ποτὶ τᾶι κράναι ἀγάλματος τὰν ἐπιμέλειαν ἐχέτω Μνασίστρατος, ἕως ἂν ζεῖ, καὶ μετεχέτω μετὰ τῶν ἱερῶν τᾶν τε θυσι-
ᾶν καὶ τῶν μυστηρίων, καὶ ὅσα κα οἱ θύοντες ποτὶ τᾶι κράναι τραπεζῶντι, καὶ τῶν θυμάτων τὰ δέρματα λαμβανέτω Μνασίστρατος,τῶν τε διαφόρων, ὅσα κα οἱ θύοντες ποτὶ τᾶι κράναι προτιθῆντι ἢ εἰς τὸν θησαυρόν, ὅταν κατασκευασθεῖ, ἐμβάλωντι, λαμβανέτω Μνα-
σίστρατος τὸ τρίτον μέρος· τὰ δὲ δύο μέρη, καὶ ἄν τι ἀνάθεμα ὑπὸ τῶν θυσιαζόντων ἀνατιθῆται, ἱερὰ ἔστω τῶν θεῶν· ὁ{ι} δὲ ἱερεὺς καὶ οἱ ἱε-
ροὶ ἐπιμέλειαν ἐχόντω, ὅπως ἀπὸ τῶν διαφόρων ἀναθέματα κατασκευάζηται τοῖς θεοῖς, ἃ ἂν τοῖς συνέδροις δόξει. v θησαυρῶν κατασκευ-
90ᾶς· v οἱ ἱεροὶ οἱ κατεσταμένοι ἐν τῶι πέμπτωι καὶ πεντηκοστῶι ἔτει ἐπιμέλειαν ἐχόντω μετὰ τοῦ ἀρχιτέκτονος, ὅπως κατασκευασ-
[θ]ῆντι θησαυροὶ λίθινοι δύο κλαικτοί, καὶ χωραξάντω τὸν μὲν ἕνα εἰς τὸν ναὸν τῶν Μεγάλων Θεῶν, τὸν δ’ ἄλλον ποτὶ τᾶι κράναι, ἐν ὧι ἂν τό-πωι δοκεῖ αὐτοῖς ἀσφαλῶς ἕξειν, καὶ ἐπιθέντω κλᾶϊκας, καὶ τοῦ μὲν παρὰ τᾶι κράναι ἐχέτω τὰν ἁτέραν κλᾶϊκα Μνασίστρατος, τὰν δὲ ἄλ-
λαν οἱ ἱεροί, τοῦ δὲ ἐν τῶι ναῶι ἐχόντω τὰν κλᾶϊκα οἱ ἱεροί, καὶ ἀνοιγόντω κατ’ ἐνιαυτὸν τοῖς μυστηρίοις καὶ τὸ ἐξαριθμηθὲν διάφορον ἐ-
ξ ἑκατέρου τοῦ θησαυροῦ χωρὶς γράψαντες ἀνενεγκάντω· ἀποδόντω δὲ καὶ Μνασιστράτωι τὸ γινόμενον αὐτ[ῶ]ι διάφορον, καθὼς ἐν τ[ῶι]
95 διαγράμματι γέγραπται. vv ἱεροῦ δείπνου vv· οἱ ἱεροὶ ἀπὸ τῶν θυμάτων τῶν ἀγομένων ἐν τᾶι πομπᾶι ἀφελόντες ἀφ’ ἑκάστου τὰ νόμιμ[α]
[μέρη] τοῖς θεοῖς [τὰ λοι]πὰ κρέα καταχρησάσθωσαν εἰς τὸ ἱερὸν δεῖπνον μετὰ τᾶν ἱερᾶν καὶ παρθένων, καὶ παραλαβόντω τόν τε ἱερῆ
[καὶ τὰν] ἱέρεαν κ[αὶ τὰ]ν ἱέρεαν τοῦ Καρνείου καὶ Μνασίστρατον v καὶ τὰν γυναῖκα τε καὶ τὰς γενεὰς αὐτοῦ καὶ τῶν τεχνιτᾶν τοὺς λει-[τουργή]σαντας [ἐν τα]ῖς χορείαις καὶ τᾶν ὑπηρεσιᾶν τοὺς λειτουργοῦντας αὐτοῖς· καὶ εἰς τὰ λοιπὰ δαπανάματα μὴ πλεῖον ἀνάλωμα
[π]οιοῦντες δραχμᾶν vacat ἀγορᾶς· v οἱ ἱεροὶ τόπον ἀποδειξάντω, ἐν ᾧ πραθήσεται πάντα· ὁ δὲ ἀγορανόμος ὁ ἐπὶ πόλεος ⟦επ[ι]⟧
100 [ἐ]πιμέλειαν ἐχέτω, ὅπως οἱ πωλοῦντες ἄδολα καὶ καθαρὰ πωλοῦντι καὶ χρῶνται σταθμοῖς καὶ μέτροις συμφώνοις ποτὶ τὰ δαμόσια, καὶFace B
μὴ τασσέτω μή[τε] πόσου δεῖ πωλεῖν, μηδὲ καιρὸν τασσέτω μηδὲ πρασσέτω μηθεὶς τοὺς πωλοῦντας τοῦ τόπου μηθέν· τοὺς δὲ μὴ πω-
λοῦντας καθὼς γέγραπται, τοὺς μὲν δούλους μαστιγούτω, τοὺς δὲ ἐλευθέρους ζαμιούτω εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱε-
[ρῶν]. v ὕδατος· v ἐχέτω δὲ ἐπιμέλειαν ὁ ἀγορανόμος καὶ περὶ τοῦ ὕδατος, ὅπως κατὰ τὸν τᾶς παναγύριος χρόνον μηθεὶς κακοποιεῖ μήτε
[τὸ β]ήλημα μήτε τοὺς ὀχετοὺς μήτε ἄν τι ἄλλο κατασκευασθεῖ ἐν τῶι ἱερῶι χάριν τοῦ ὕδατος, καὶ ὅπως, καθὼς ἂν μερισθεῖ, ῥεῖ τὸ ὕδωρ καὶ μη-
105[θεὶς ἀ]ποκωλύει τοὺς χρωμένους· ἂν δέ τινα λαμβάνει ποιοῦντά τι τῶν κεκωλυμένων, τὸν μὲν δοῦλον μαστιγούτω, τὸν δὲ ἐλεύθερον
[ζαμιούτω] εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱερῶν. v ἀλείμματος καὶ λουτροῦ· v ὁ ἀγορανόμος ἐπιμέλειαν ἐχέτω, ὅπως οἱ θέλοντες
[βαλανεύε]ιν ἐν τῶι ἱερῶι μὴ πλεῖον πράσσωντι τοὺς λουομένους δύο χαλκῶν καὶ παρέχωντι πῦρ καὶ μάκραν εὔκρατον καὶ τοῖς κατακλυ-
[ζομένοις ὕ]δωρ εὔκρατον, καὶ ὅπως ὁ ἐγδεξάμενος τῶν ξύλων τὰν παροχὰν εἰς τὸ ἀλειπτήριον παρέχει ξύλα ξηρὰ καὶ ἱκανὰ τοῖς ἀλει-
[φομένοις] κατ’ ἀμέραν ἀπὸ τετάρτας ὥρας ἕως ἑβδόμας· δοῦλος δὲ μηθεὶς ἀλειφέσθω· οἱ δὲ ἱεροὶ ἐγδιδό{ι}ντω τὰν παροχὰν τῶν ξύλ[ω]ν
110 [τῶν εἰς τ]ὸ ἀλειπτήριον· ἂν δέ τις τῶν ἐγδεξαμένων ἢ τῶν βαλανέων μὴ ποιεῖ καθὼς γέγραπται, τὸν μὲν δοῦλον μαστιγούτω ὁ ἀγορανό-
[μος, τ]ὸν δὲ ἐλεύθ⟨ε⟩ρον ζαμιούτω καθ’ ἕκαστον ἀδίκημα εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱερῶν. v συνέσιος ἀναφορᾶς· v οἱ ἱε-
[ροὶ ὅ]σα κα διοικήσωντι ἐν τᾶι παναγύρει ἢ κατακρίνωντί τινας, σύνεσιν ἀνενεγκάντω εἰς τὸ πρυτανεῖον· ἀναγραψάντω δὲ καὶ
[εἰς τ]ὸν οἶκον τὸν ἐν τῶι ἱερῶι, οὓς ἂν κατακρίνωντι καὶ ἐπὶ ποίωι ἀδικήματι. v ἀντίγραφον ἔχειν τοῦ διαγράμματος· v οἱ κατεσταμέ-
[νοι ὥ]στε γράψαι τὸ διάγραμμα, καθὼς ἂν δοκιμασθεῖ, δόντω τοῖς νομοδείκταις ἀντίγραφον· οἱ δὲ λαβόντες ἐπιδεικνυόντω τῶι
115 [χρε]ίαν ἔχοντι· καὶ ἐν τοῖς μυστηρίοις συνλειτουργούντω τοῖς ἱεροῖς καὶ ὁ κᾶρυξ καὶ αὐλητὰς καὶ μάντις καὶ ἀρχιτέκτων.
[τᾶς κατα]στάσιος τῶν δέκα· οἱ δαμιοργοὶ τοῦ ἕκτου μηνὸς τᾶι δωδεκάται, πρὸ τοῦ τὸν κ⟨λᾶ⟩ρον τῶν ἱερῶν vv
[κ]αὶ τᾶν ἱερᾶν γί-
νεσθαι, ἀποδόντ[ω]130φέροντες, ἐξ ὧν γέ-
γραπται τοὺς ἱεροὺς
κλαροῦσθαι· τοὺς δὲ135 τῶν συνέδρων τὸν
ὅρκον, ὃν οἱ ἱεροὶ ὀμν[ύ]-
οντι· ἐχόντω δὲ οἱ κα-145 μυστήρια· προγρα-
φόντω δὲ ἐκ τῶν ἱε-
ρῶν καὶ ῥαβδοφόρους155θέτους ὑπάρχοντας
καὶ τῶν μὴ ὄντων ἱε-
ρῶν· καὶ οἱ προγραφέν-νεσθαι, συναγόντω
οἱ δέκα πάντες τοὺς ἱ-
175ερούς, καὶ καθὼς τοῖς -
CGRN 224
Small purity regulation from Astypalaia
Date:- ca. 300 BC
[ἐ]ς τὸ ἱερὸν μὴ ἐσέρπεν ὅσ-
τις μὴ ἁγνός ἐστι, ἢ τελεῖ -
CGRN 225
Dossier of regulations concerning the cult of the Goddess at Marmarini (near Larisa)
Date:- ca. 225-150 BC
Face A
[......1 line......]
[..]· [π]ασῶν δὲ τῶν θυσιῶν [...c.5..]ον θύειν τὰ (?) ἱερὰ (?) τῆι πέμπτῃ
[...]Υ ἐστιν ἐπείδη (?) [..?..][ἰδ]ίαι τὸμ βουλόμενον τῶν τετελεσμένων : τρεισκαιδεκάτηι, πλυντήρι-
5α τῶμ περὶ τὴν θεὸν ἱερῶν, ναὸν καὶ ΠΕΡ[...c.6...]ΑΝ καὶ τύμπανα καὶ πρόσαυ-
λον, καὶ μογγαι θυσία, καὶ καθαρμὸς [...c.6...]ται ἐν τῶι ἱερῶι μετὰ τῆς v
ἱερείας, (sic) τὰς φοιβατρίας καὶ τὸν νεωκόρον καὶ ἄν τις ἄλλος βούληται τῶνδευτέραν σκάφην αἴροντι, κόφινον λαγάνων, χοίνικα ὁμόρας, ἐλαίου κοτύλην,
εἰς τὰς χεῖρας στατῆρα, εἰς κρατῆρα δύο χοῦς, τὰ ἱερὰ ἐξα[ι]ρεῖν ὡσαύτως ὥσ-
περ τῆς πρώτης· φέρειν δὲ ὅπου ἂν βούλη[τα]ι τῶν τετελεσμένων· ἁλὶ δὲ βάλλεινχύτραν ἐάν τις βούληται [πλ]ῆσαι (?), παγασ[..?..] τὴμ μὲν χύτραν
θύειν ὁπηλίκην (?) ἂν βούληται καὶ ὅποι ἂν θέληι [καὶ ?] ἁλὶ βάλλειν δεῖ τάδε ἱερὰ
45κυάμους, ἐρεβίνθους, φακούς, ΟΠ[..?..] ἂμ βούληται, ἄρν[α]περὶ μικροῦ ὀμνύηι, λουσάμενος κατὰ κεφα[λ]ῆς, ὀμνυέτω ἐν τῶι γνύθωι
καὶ τιθέτω ἡμιωβέλιον : τελεῖν {ΙΩΙ} τῶι σφάξ̣αντι καὶ τὰ ἱερὰ ἐξέλοντι τὰ ἡμ[ι]-
55ωβέλια. vacatFace B
βωμόν, καὶ καθαίρειν τὴν ἱέρειαν ἢ τὸν νεωκόρον
5ἢ τῶν τὰ ἱερὰ αἰρουσῶν τινα, καὶ φέρειν δύο χοίν[ι]-
κας ἄρτων, οἴνου κοτύλας ὀκτὼ εἰς τὸν κρατῆρα.ἀγείρειν μηνὸς Ἰτωνίου `νουμηνίᾳ´ ἐπὶ τὰς ἅλους, εἰς δὲ οἰκίαν
μὴ ἀγείρειν μηδὲ εἰσφέρειν τὰ ἱερά· ἐὰμ μὴ τριῶν ἡμε-
ρῶν προείπῃ, `ἀγείρειν δὲ τῆι δεκάτηι ἕως δωδεκάτης´, ἐὰν δέ τις τῶν φοιβατριῶν ταῦτα `μὴ´ ποιῆι, ἀπο-
20τινέτω εἰς τὸ ἱερὸν ἄρνα καὶ τὰ ἐπὶ τούτωι τὴν θυσίαν.
ἐπιγραφὴ εἰς τὸ περίστυλον· “προθῦσαι πρώτηι τῆι Φυλα-ὁμόρας χοίνικα, καὶ τριώβολον εἰς θησαυρὸν καὶ ἐλαίου ἐπὶ λύχνον κοτύ-
λην καὶ εἰς κρατῆρα οἴνου χοᾶ· ἀπὸ τοῦ ἱεροῦ τὸ στῆθος ἑφθὸν ἐπὶ τὴν
τράπεζαν καὶ τὸ σκέλος ὠμὸν τῆι ἱερείαι· τὰ σπλάγχνα ἕψειν, ἧπαρ καὶνεφρὸν καὶ ἀκροκόλιον δεξιὸν καὶ καρδίαν καὶ ἐπίπλουν καὶ τὸ σκέλο[ς]
τὸ ἀπὸ τοῦ στήθους καὶ τῆς κέρκου τὸ νομιζόμενον εἰς ἱερὰ ἐπὶ τὸ πῦρ·
ταῦτα ποήσας καὶ ἀποθύσας, φερέτω ἄλλο ἱερεῖον οὗ ἂμ βούλη-νικας τρεῖς, ὁμόρας χοίνικα, οἴνου χοὰς δύ[ο, ἐλ]αίου κοτύλας δύο, ξύλα
τὰ ἱκανὰ, εἰς τὸν θησαυρὸν χρυσοῦν, καὶ τὰ ἱερὰ ἐξαιρεῖν καθάπερ τῶν
60προβάτων : ὅσοι ἂν βούλωνται Νισαναίοις ἢ Ἀλουλαίοις θύειν, εἰς τὴν πομ-εἰς νύκτα δὲ λαμπαδεύεσθαι· πέμπειν δὲ τὸμ βουλόμενον, αὐθημε-
ρὶ λελουμένον κατὰ κεφαλῆς καὶ εἰσπορεύεσθαι ἕως τοῦ ἱεροῦ τῆς Φυλακῆς.
65ἐάν τις ὁλοκαυτῆσαι βούληται, κριὸν τέλεον, εἰ δὲ μή, ἄρνα ἄρσενα, ἐπὶ -
CGRN 234
Decrees regulating the protection of the Heraion at Arkesine on Amorgos
Date:- 5th century BC and 4th century BC
Decree A
ίας καὶ το̑ νε[ὼ καὶ πρ]ὸς το̑ Λυκείο· ἐὰν δέ [τι]-
5ς καί[η]ι, ἀποτι[νέτω δέκ]α δρα[χ]μὰς [ἱερὰς]
[τ]ῆι Ἥρηι.Decree B
μὴ ἐξείργηι, ἀποτ[ίνει]ν αὐτὸν τῆς ἡμέρας
ἑκάστης δέκα δρα[χμ]ὰς ἱερὰς τῆι Ἥραι· ἀνα-
γράψαι δὲ τόδε τὸ [ψή]φισμα πρὸ τῶν θυ[ρ]- -
CGRN 236
Sacrificial calendar from the deme of Isthmos on Kos
Date:- ca. 200-150 BC
Fragment A
[φον ..?..] ταύταν θύει ἱέρε-
[.. καὶ ἱερὰ παρέχει· ..?..] δεκάται· Ποτει-
15[δᾶνι ..?.. ἔριφον] ἄρσενα· τᾶι αὐ- -
CGRN 237
Decree concerning the procession to Eleusis for the Eleusinian Mysteries
Date:- ca. 220 AD
α, καὶ τὰ πάτρια προστάττ[ει τῶι γένει] τῶν [Εὐμο]λπιδῶν
πεφροντικέναι ὅπως ἂν [ἐν κόσμωι ἀχθ]είη τὰ ἱερὰ
δεῦρο τ’ ἐκ τῆς̣ Ἐλευσεῖνο[ς καὶ πάλιν ἐκ το]ῦ ἄστεως Ἐ- vvκ[α] τοῦ Βοηδρομιῶνος μετ[ὰ το]ῦ εἰθισμένου σχήμα- v
[τος] τῆς ἅμα ἱεροῖς πομπῆ[ς], ἵνα τῆι τετράδι ἐπὶ δέκα πα-
[ραπ]έμψωσιν τὰ ἱερὰ μέχ[ρι] τοῦ Ἐλευσεινίου τοῦ ὑπὸ v
15[τῆι π]όλει, ὡς ἂν κόσμο[ς] τε πλείων καὶ φρουρὰ μείζων v
[περὶ] τὰ ἱερὰ ὑπάρχοι, ἐπειδὴ καὶ ὁ φαιδυντὴς τοῖν Θε- v
[οῖν] ἀγγέλλει κατὰ τὰ πάτρια τῆι ἱερείαι τῆς Ἀθηνᾶς ὡς
[ἥκει τ]ὰ ἱερὰ κ[α]ὶ ἡ παραπέμπουσα στρατιά· κατὰ τὰ αὐτὰ
[δὲ τῆι] ἐνάτηι ἐπὶ δέκα τοῦ Βοηδρομιῶνος προσ-[πάλιν Ἐ]λευσεινάδε μετὰ τοῦ αὐτοῦ σχήματος π[αραπέμ]-
[πο]ντας τὰ ἱερά· μέλειν δὲ τούτου τῶι κατ’ ἐν[ιαυτὸν]
κοσμητῆι, ὅπως μηδέποτε τοῦτο ἐκλε[ιφθείη μη]-καὶ θυσιῶν καὶ σπονδῶν καὶ παιάνων τῶ[ν κατὰ τὴν]
30ὁδὸν μεθέξειν, ὡς ἂν τά τε ἱερὰ μετὰ φρουρᾶ[ς ἰσχυρο]-
τέρας (?) καὶ πομπῆς μακροτέρας ἄγοιτο, v οἵ τε ἔφ[ηβοι]40νους τῶν Εὐμολπιδῶν ἐν τρισὶν [στή]λαις καὶ στῆσαι
τὴν μὲν ἐν Ἐλευσινίωι τῶι ὑπὸ τ[ῆ]ι πόλει, τὴν δὲ ἐν v
τῶι Διογενείωι, τὴν δὲ ἐν Ἐλευσεῖνι ἐν τῶι ἱερῶι πρὸ