418 occurences of Individual in 104 files.
-
CGRN 212
Dossier of regulations concerning the cult of Athena Nikephoros at Pergamon
Date:- probably after 133 BC
ἁγνευέτωσαν δὲ καὶ εἰσίτωσαν εἰς τὸν τῆς θεο[ῦ ἱερὸν]
οἵ τε πολῖται καὶ οἱ ἄλλοι πάντες ἀπὸ μὲν τῆς ἰδίας γ[υναι]-
5κὸς καὶ τοῦ ἰδίου ἀνδρὸς αὐθήμερον, ἀπὸ δὲ ἀλλοτρίας κ[αὶ]
ἀλλοτρίου δευτεραῖοι λουσάμενοι· ὡσαύτως δὲ καὶ ἀπὸ
κήδους καὶ τεκούσης γυναικὸς δευτεραῖος· ἀπὸ δὲ τάφου -
CGRN 213
Regulation concerning the priestess or priestesses called Galato at Pednelissos
Date:- late 4th - early third century BC
[........c.16........]ηι μὴ ἐκ τοῦ καθαρμοῦ γέρα [.]ΔΕΜ[..4..]
20[.........c.17........] ἀεὶ ἦι (?) γυνὴ ἢ ἀνὴρ [..]Λ[..]Δ[...]Τ[...]
[...........c.22...........]αιρωι· ὅταν δὲ [....c.8....]ε[....c.7...] -
CGRN 214
Purity regulation concerning the sanctuary of Artemis Kithone at Miletos
Date:- ca. 75-1 BC
5[ἀ]πὸ μὲν κήδε[ο]ς
[καὶ] γυναικὸς [λ]έ-
[χου]ς καὶ κυνὸς -
CGRN 215
Small sacrificial regulation for Asclepius and Hygieia in Attica
Date:- 1st century BC
καὶ τὰς μοίρας νέμειν
τῶι τε εἱσαμένωι καὶ
τῶι θεηκολοῦντι· -
CGRN 218
Contract of sale for the priesthood (of Asclepius?) on Kos
Date:- ca. 125-75 BC
Fragments AB
[..?.. τὰν διαγραφὰν ..?..]ιου· ὁ δὲ προγ[εγραμμένος]
15 [..?..· διδόντωι δὲ πάντες τοὶ θ]ύοντες γέρη[ι τῶι ἱερεῖ βοὸς]
[μὲν ἢ οἰὸς δέρμα καὶ σκέλος], τῶιν δὲ [ἄλλωιν σκέ]λος· ἐμβαλλόν[τωι δὲ ἐς τὸν]καὶ ἐπιθυμιῆτ[αι λιβανωτὸς καὶ ἀνοιγνύηται ὁ ναὸς καθ᾿ ἁμέραν] κύριος ἐὼιν vacat
ζαμιοῦν τὸν ἀτα[κτεῦντα μέχρι 𐅵 .· αἰ δέ κα μείζονος ζαμίας φαίνηται]
ἄξιος ἦμεν, ἐσαγ̣[γελλέσθωι ἐς τὸς ἱεροφύλακας· ἐπιμελείσθωι δὲ ὁ ἱερεὺς]ἐν τῶι τεμένει δε[..?..]
35 ἀπειθεῦντα κατα[..?..]
κατ᾿ αὐτὰ πρασσον[..?..]40 τῶι θεῶι ὑπὸ τοῦ δάμου [..?.. μὴ ἐξέστωι δὲ μήτε]
ἄρχοντι μήτε ἰδιώιτᾳ μ[ηδενὶ ἐς ἄλλο καταχρήσασθαι τὰ τοῦ θεοῦ χρήματα]
ἢ μετάγεν τὰς ἀπ᾿ αὐτῶ[ιν ποθόδους ..?..] -
CGRN 219
Funerary inscription with a sacrificial regulation from Arsada in Lycia
Date:- ca. 100 BC (or somewhat later?)
[..?..]
[ὁ] κτήτωρ θύσει κ[ατ’ ἐ]-
ν⟨ι⟩αυτὸν ἐν μηνὶ Ἀ[ρτε]- -
CGRN 220
Contract of sale for the priesthood of Aphrodite Pandamos and Pontia on Kos
Date:- late 2nd century BC
Face B
να καθάπερ ἐγ δίκας· ὅπως δὲ μηδεμία ἀντιλογία γίνηται ὁπ[οθενοῦν μη]-
θενὶ ποτὶ μηδένα περὶ τᾶς ἀξίας τῶν ἱερείων, ἐξέστω τῶι θύ[οντι, αἴ]
τίς κα δήληται, ὧν ὅσιόν ἐστιν θύεν τᾶι θεῶι καταβαλεῖν τῶν [γερῶν]
5τὸ διατεταγμένον· τοὶ στρατευόμενοι ἐν ταῖς μακραῖς ναυσὶν ἐ[πεί]
κα καταλύωντι τὸν πλοῦν θυόντω τᾶι Ἀφροδίται τᾶι Ποντίαι ἐπὶ τ[οῦ]νὰν τᾶι ἱερείαι δραχμὰς δεκαπέντε καὶ ἐς τὸν θησαυρὸν δραχμάν·
10ἀπαρχέσθων δὲ καὶ τοὶ λοιποὶ πάντες τοὶ θύοντες ἐς τὸν θησαυρὸν τᾷ
Ἀφροδίται ἐπὶ μὲν βοῒ δραχμὰς δύο, ἐπὶ δὲ τοῖς ἄλλοις τῶν μὲν τε-τος δραχμὰς χειλίας ἱερὰς τᾶς Ἀφροδίτας καὶ ἁ γνώμα ἄκυρος ἔστω·
25ἀπαρχέσθων δὲ καὶ τοὶ ἐλευθερούμενοι ἐν ὧι κα ἐνιαυτῷ ἐλευθερω-
θῶντι σὺν τῶι πρότερον καταβαλλομένωι δραχμὰς πέντε ποιούμε-νοι τὰν καταβολὰν ἐπὶ τὸς ταμίας· διδόντω δὲ ἐς ἀπαρχὰν καὶ τοὶ
ἁλιεῖς τοὶ ὁρμ⟨ώ⟩μενοι ἐκ τᾶς πόλιος καὶ τοὶ ναύκλαροι τοὶ πλέοντες
περὶ τὰν χώραν καθ᾿ ἕκαστον πλοῖον τοῦ ἐνιαυτοῦ δραχμὰς πέντε· αἰτᾶι κατὰ τὰν διαγραφάν, ἀποτεισάτω δραχμὰς χειλίας ἱερὰς Ἀφροδί-
35τας, φαινέτω δὲ ὁ χρῄζων κατὰ τὸν νόμον· ἐπὶ δὲ τᾶι πράσει τᾶς ἱερωσύ-
νας θυσάντω τοὶ προστάται τᾶι Ἀφροδίται τᾶι Πανδάμωι δάμαλιν ἀ- -
CGRN 222
Dossier of regulations concerning the mysteries at Andania
Date:- probably 23 AD
Face A
ἂν κατασκευασθεῖ χάριν τῶν μυστηρίων. vστεφάνων· v στεφάνους δὲ ἐχόντω οἱ μὲν ἱεροὶ καὶ αἱ ἱεραὶ πῖλον λευκόν,
τῶν δὲ τελουμένων οἱ πρωτομύσται στλεγγίδα· ὅταν δὲ οἱ ἱεροὶ παραγγείλωντι, τὰμ μὲν στλεγγίδα ἀποθέσθωσαν,
15 στεφανούσθωσαν δὲ πάντες δάφναι. v εἱματισμοῦ· v οἱ τελούμενοι τὰ μυστήρια ἀνυπόδετοι ἔστωσαν καὶ ἐχόντω τὸν
εἱματισμὸν λευκόν, αἱ δὲ γυναῖκες μὴ διαφανῆ μηδὲ τὰ σαμεῖα ἐν τοῖς εἱματίοις πλατύτερα ἡμιδακτυλίου, καὶ αἱ
μὲν ἰδιώτιες ἐχόντω χιτῶνα λίνεον καὶ εἱμάτιον μὴ πλείονος ἄξια δραχμᾶν ἑκατόν, αἱ δὲ παῖδες καλάσηριν ἢ σιν-
δονίταν καὶ εἱμάτιον μὴ πλείονος ἄξια μνᾶς, αἱ δὲ δοῦλαι καλάσηριν ἢ σινδονίταν καὶ εἱμάτιον μὴ πλείονος ἄξια δρα-
χμᾶν πεντήκοντα· αἱ δὲ ἱεραί, αἱ μὲν γυναῖκες καλάσηριν ἢ ὑπόδυμα μὴ ἔχον σκιὰς καὶ εἱμάτιον μὴ πλέονος ἄξια δύο
20 μνᾶν, αἱ δὲ [παῖδε]ς καλάσηριν καὶ εἱμάτιον μὴ πλείονος ἄξια δραχμᾶν ἑκατόν· ἐν δὲ τᾶι πομπᾶι αἱ μὲν ἱεραὶ γυναῖκες ὑποδύ-
ταν καὶ εἱμάτιον γυναικεῖον οὖλον, σαμεῖα ἔχον μὴ πλατύτερα ἡμιδακτυλίου, αἱ δὲ παῖδες καλάσηριν καὶ εἱμάτιον μὴ δια-
φανές· μὴ ἐχέτω δὲ μηδεμία χρυσία μηδὲ φῦκος μηδὲ ψιμίθιον μηδὲ ἀνάδεμα μηδὲ τὰς τρίχας ἀνπεπλεγμένας μηδὲ ὑπο-ἐπιτεταγμένων μοι ἐν τῶι διαγράμματι". v πομπᾶς· ἐν δὲ τᾶι πομπᾶι ἁγείστω Μνασίστρατος, ἔπειτεν ὁ ἱερεὺς τῶν θεῶν οἷς
τὰ μυστήρια γίνεται, μετὰ τᾶς ἱερέας, ἔπειτα ἀγωνοθέτας, ἱεροθύται, οἱ αὐληταί· μετὰ δὲ ταῦτα αἱ παρθένοι αἱ ἱεραί, καθὼς ἂν λά-
30χωντι, ἄγουσαι τὰ ἅρματα ἐπικείμενας κίστας ἐχούσας ἱερὰ μυστικά· εἶτεν ἁ θοιναρμόστρια ἁ εἰς Δάματρος καὶ αἱ ὑποθοιναρ-μόστριαι αἱ ἐμβεβακυῖαι, εἶτεν ἁ ἱέρεα τᾶς Δάματρος τᾶς ἐφ’ ἱπποδρόμωι, εἶτεν ἁ τᾶς ἐν Αἰγίλᾳ· ἔπειτεν αἱ ἱεραὶ κατὰ μίαν, κα-
θώς κα λάχωντι, ἔπειτεν οἱ ἱεροί, καθώς κα οἱ δέκα διατάξωντι· ὁ δὲ γυναικονόμος κλαρούτω τάς τε ἱερὰς καὶ παρθένους καὶ ἐπιμέλειαν
ἐχέτω, ὅπως πομπεύωντι, καθώς κα λάχωντι· ἀγέσθω δὲ ἐν τᾶι πομπᾶι καὶ τὰ θύματα, καὶ θυσάντω τᾶι μὲν Δάματρι σῦν ἐπίτοκα, Ἑρμᾶ-35 τετραγώνωι μείζω ποδῶν τριάκοντα, μηδὲ περιτιθέμεν ταῖς σκαναῖς μήτε δέρρεις μήτε αὐλείας, μηδέ, ἐν ὧι ἂν τόπωι περιστεμ-
ματώσωντι οἱ ἱεροί, μηθένα τῶν μὴ ὄντων ἱερῶν ἔχειν σκανάν· μηδὲ παρερπέτω μηθεὶς ἀμύητος εἰς τὸν τόπον, ὅν κα περιστεμμα-
τώσωντι· χωραξάντω δὲ καὶ ὕδρανας· ἀναγραψάντω δὲ καί, ἀφ’ ὧν δεῖ καθαρίζειν καὶ ἃ μὴ δεῖ ἔχοντας εἰσπορεύεσθαι. v ἃ μὴ δεῖ ἔχειννόμωι συναγωγᾶι τῶν συνέδρων, καὶ γραφὰν ἀποδόντω τῶι ἐπιμεληταῖ παραχρῆμα γράφοντες ἐπ’ ὀνόματος τὰ πεπτωκότα δι[ά]-
50φορα ἀπὸ τοῦ καθαρμοῦ, καὶ ἀπὸ τῶν πρωτομυστᾶν τὸ ὑποστατικόν, καὶ ἄν τι ἄλλο πέσει, καὶ τὴν γεγενημέναν ἔξοδον, καί τι ἂν εἶ
λοιπόν, καὶ ἀριθμησάντω παραχρῆμα τῶι ταμίαι καὶ ἔστωσαν ὑπόμαστροι, ἄν τι εὑρίσκωνται ἀδικοῦντες, διπλασίου καὶ ἐπιτιμίουλάμψεσθαι διάφορον· ἔστι δὲ ἃ δεῖ παρέχειν πρὸ τοῦ ἄρχεσθαι τῶν μυστηρίων, ἄρνας δύο λευκούς, ἐπὶ τοῦ καθαρμοῦ κριὸν εὔχρουν καί, ὅταν
ἐν τῶι θεάτρωι καθαίρει, χοιρίσκους τρεῖς, ὑπὲρ τοὺς πρωτομύστας ἄρνας ἑκατόν, ἐν δὲ τᾶι πομπᾶι Δάματρι σῦν ἐπίτοκα, τοῖς δὲ Μεγάλοις
Θεοῖς δάμαλιν διετῆ, σῦν, Ἑρμᾶνι κριόν, Ἀπόλλωνι Καρνείωι κάπρον, Ἅγναι οἶν· ὁ δὲ ἐγδεξάμενος κατεγγυεύσας ποτὶ τοὺς ἱεροὺς λα-
70βέτω τὰ διάφορα καὶ παριστάτω τὰ θύματα εὐίερα καθαρὰ ὁλόκλαρα, καὶ ἐπιδειξάτω τοῖς ἱεροῖς πρὸ ἁμερᾶν δέκα τῶν μυστηρίων· τοῖς75 τοῖς θεοῖς. v ἀδικημάτων· v ἂν δέ τις ἐν ταῖς ἁμέραις, ἐν αἷς αἵ τε θυσίαι καὶ τὰ μυστήρια γίνονται, ἁλῶι εἴτε κεκλεβὼς εἴτε ἄλλο τι ἀδίκη-
μα πεποιηκώς, ἀγέσθω ἐπὶ τοὺς ἱερούς· καὶ ὁ μὲν ἐλεύθερος, ἂν κατακριθεῖ, ἀποτινέτω διπλοῦν, ὁ δὲ δοῦλος μαστιγούσθω καὶ ἀποτεισάτω δι-
πλοῦν τὸ κλέμμα, τῶν δὲ ἄλλων ἀδικημάτων ἐπιτίμιον δραχμὰς εἴκοσι· ἂν δὲ μὴ ἐκτίνει παραχρῆμα, παραδότω ὁ κύριος τὸν οἰκέταν τῶι ἀ-
δικηθέντι εἰς ἀπεργασίαν· εἰ δὲ μή, ὑπόδικος ἔστω ποτὶ διπλοῦν. v περὶ τῶν κοπτόντων ἐν τῶι ἱερῶι· v μηδεὶς κοπτέτω ἐκ τοῦ ἱεροῦ τόπου·
ἂν δέ τις ἁλῶι, ὁ μὲν δοῦλος μαστιγούσθω ὑπὸ τῶν ἱερῶν, ὁ δὲ ἐλεύθερος ἀποτεισάτω, ὅσον κα οἱ ἱεροὶ ἐπικρίνωντι· ὁ δὲ ἐπιτυχὼν ἀγέτω
80 αὐτοὺς ἐπὶ τοὺς ἱεροὺς καὶ λαμβανέτω τὸ ἥμισυ. v φύγιμον εἶμεν τοῖς δούλοις· v τοῖς δούλοις φύγιμον ἔστω τὸ ἱερόν, καθὼς ἂν οἱ ἱεροὶ
ἀποδείξωντι τὸν τόπον, καὶ μηθεὶς ὑποδεχέσθω τοὺς δραπέτας μηδὲ σιτοδοτείτω μηδὲ ἔργα παρεχέτω· ὁ δὲ ποιῶν παρὰ τὰ γεγραμ-
μένα ὑπόδικος ἔστω τῶι κυρίωι τᾶς τοῦ σώματος ἀξίας διπλασίας καὶ ἐπιτιμίου δραχμᾶν πεντακοσιᾶν, ὁ δὲ ἱερεὺς ἐπικρινέ-
τω περὶ τῶν δραπετικῶν, ὅσοι κα ἧνται ἐκ τᾶς ἁμετέρας πόλεος, καὶ ὅσους κα κατακρίνει, παραδότω τοῖς κυρίοις· ἂν δὲ μὴ παραδιδῶι ἐξέσ-
τω τῶι κυρίωι ἀποτρέχειν ἔχοντι. v περὶ τᾶς κράνας· v τᾶς δὲ κράνας τᾶς ὠνο{ι}μασμένας διὰ τῶν ἀρχαίων ἐγγράφων Ἅγνας καὶ τοῦ γε[γε]-
85νημένου ποτὶ τᾶι κράναι ἀγάλματος τὰν ἐπιμέλειαν ἐχέτω Μνασίστρατος, ἕως ἂν ζεῖ, καὶ μετεχέτω μετὰ τῶν ἱερῶν τᾶν τε θυσι-ᾶν καὶ τῶν μυστηρίων, καὶ ὅσα κα οἱ θύοντες ποτὶ τᾶι κράναι τραπεζῶντι, καὶ τῶν θυμάτων τὰ δέρματα λαμβανέτω Μνασίστρατος,
τῶν τε διαφόρων, ὅσα κα οἱ θύοντες ποτὶ τᾶι κράναι προτιθῆντι ἢ εἰς τὸν θησαυρόν, ὅταν κατασκευασθεῖ, ἐμβάλωντι, λαμβανέτω Μνα-
σίστρατος τὸ τρίτον μέρος· τὰ δὲ δύο μέρη, καὶ ἄν τι ἀνάθεμα ὑπὸ τῶν θυσιαζόντων ἀνατιθῆται, ἱερὰ ἔστω τῶν θεῶν· ὁ{ι} δὲ ἱερεὺς καὶ οἱ ἱε-
ροὶ ἐπιμέλειαν ἐχόντω, ὅπως ἀπὸ τῶν διαφόρων ἀναθέματα κατασκευάζηται τοῖς θεοῖς, ἃ ἂν τοῖς συνέδροις δόξει. v θησαυρῶν κατασκευ-[μέρη] τοῖς θεοῖς [τὰ λοι]πὰ κρέα καταχρησάσθωσαν εἰς τὸ ἱερὸν δεῖπνον μετὰ τᾶν ἱερᾶν καὶ παρθένων, καὶ παραλαβόντω τόν τε ἱερῆ
[καὶ τὰν] ἱέρεαν κ[αὶ τὰ]ν ἱέρεαν τοῦ Καρνείου καὶ Μνασίστρατον v καὶ τὰν γυναῖκα τε καὶ τὰς γενεὰς αὐτοῦ καὶ τῶν τεχνιτᾶν τοὺς λει-
[τουργή]σαντας [ἐν τα]ῖς χορείαις καὶ τᾶν ὑπηρεσιᾶν τοὺς λειτουργοῦντας αὐτοῖς· καὶ εἰς τὰ λοιπὰ δαπανάματα μὴ πλεῖον ἀνάλωμαμὴ τασσέτω μή[τε] πόσου δεῖ πωλεῖν, μηδὲ καιρὸν τασσέτω μηδὲ πρασσέτω μηθεὶς τοὺς πωλοῦντας τοῦ τόπου μηθέν· τοὺς δὲ μὴ πω-
λοῦντας καθὼς γέγραπται, τοὺς μὲν δούλους μαστιγούτω, τοὺς δὲ ἐλευθέρους ζαμιούτω εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱε-
[ρῶν]. v ὕδατος· v ἐχέτω δὲ ἐπιμέλειαν ὁ ἀγορανόμος καὶ περὶ τοῦ ὕδατος, ὅπως κατὰ τὸν τᾶς παναγύριος χρόνον μηθεὶς κακοποιεῖ μήτε[τὸ β]ήλημα μήτε τοὺς ὀχετοὺς μήτε ἄν τι ἄλλο κατασκευασθεῖ ἐν τῶι ἱερῶι χάριν τοῦ ὕδατος, καὶ ὅπως, καθὼς ἂν μερισθεῖ, ῥεῖ τὸ ὕδωρ καὶ μη-
105[θεὶς ἀ]ποκωλύει τοὺς χρωμένους· ἂν δέ τινα λαμβάνει ποιοῦντά τι τῶν κεκωλυμένων, τὸν μὲν δοῦλον μαστιγούτω, τὸν δὲ ἐλεύθερον
[ζαμιούτω] εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱερῶν. v ἀλείμματος καὶ λουτροῦ· v ὁ ἀγορανόμος ἐπιμέλειαν ἐχέτω, ὅπως οἱ θέλοντες
[βαλανεύε]ιν ἐν τῶι ἱερῶι μὴ πλεῖον πράσσωντι τοὺς λουομένους δύο χαλκῶν καὶ παρέχωντι πῦρ καὶ μάκραν εὔκρατον καὶ τοῖς κατακλυ-
[ζομένοις ὕ]δωρ εὔκρατον, καὶ ὅπως ὁ ἐγδεξάμενος τῶν ξύλων τὰν παροχὰν εἰς τὸ ἀλειπτήριον παρέχει ξύλα ξηρὰ καὶ ἱκανὰ τοῖς ἀλει-
[φομένοις] κατ’ ἀμέραν ἀπὸ τετάρτας ὥρας ἕως ἑβδόμας· δοῦλος δὲ μηθεὶς ἀλειφέσθω· οἱ δὲ ἱεροὶ ἐγδιδό{ι}ντω τὰν παροχὰν τῶν ξύλ[ω]ν
110 [τῶν εἰς τ]ὸ ἀλειπτήριον· ἂν δέ τις τῶν ἐγδεξαμένων ἢ τῶν βαλανέων μὴ ποιεῖ καθὼς γέγραπται, τὸν μὲν δοῦλον μαστιγούτω ὁ ἀγορανό-
[μος, τ]ὸν δὲ ἐλεύθ⟨ε⟩ρον ζαμιούτω καθ’ ἕκαστον ἀδίκημα εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱερῶν. v συνέσιος ἀναφορᾶς· v οἱ ἱε-
[ροὶ ὅ]σα κα διοικήσωντι ἐν τᾶι παναγύρει ἢ κατακρίνωντί τινας, σύνεσιν ἀνενεγκάντω εἰς τὸ πρυτανεῖον· ἀναγραψάντω δὲ καὶ -
CGRN 223
Regulation concerning festivals from Arkadia
Date:- ca. 450 BC
5[..?..]+ ὄϝις κεραῒς καλιστεύϝονσα, χο̑ρο δύϝο καλιστ⟨ε⟩ύϝοντε, ἃ θεμιστία ⁝ Τ[..?..]
[..?..]ΑΤΑΙ, κόρϝον, ἐνϝότοι ϝέτει, ἐξάγεν ἀσπίδα, ἀκόντιον, φοινικὶς, ξίφος, Κ[..?..]
[..?..]ΙΑΤΕΤΟΝΑΣΙΑ ⁝ ἰν Κορυνίτιον τᾶι τριανβρὶ βο̑ν, τὀτινίοι ὄϝιν ὄρενα, ΤΑ[..?..] -
CGRN 225
Dossier of regulations concerning the cult of the Goddess at Marmarini (near Larisa)
Date:- ca. 225-150 BC
Face A
[πρ]ὸ τῶν Ἐλουλαίων : τῆι δωδεκάτηι Μοίραι προθύειν καὶ κοινῆι, καὶ
[ἰδ]ίαι τὸμ βουλόμενον τῶν τετελεσμένων : τρεισκαιδεκάτηι, πλυντήρι-
5α τῶμ περὶ τὴν θεὸν ἱερῶν, ναὸν καὶ ΠΕΡ[...c.6...]ΑΝ καὶ τύμπανα καὶ πρόσαυ-ἀπὸ κρήνης : ἑκκαιδεκάτηι χύτραν ἀνοίγειν καὶ τᾶι Μοίραι θύειν τὸμ
15βουλόμενον : τῆι μετὰ τὴν πομπὴν θύειν Ἀδαραι καὶ ἁλὶ βάλλειν : τῆι ΔΕ vv
ἐνάτηι (sic) Λιλλαι ἁλὶ βάλλειν καὶ ⟨θύειν⟩ Ἀρτέμιδι Φυλακῆι καὶ Ἀπόλλωνι Πυλού-20ληι τελεσθῆναι, ξυρησάσθω· ἐν τρισὶ χωρίοις σχοῖνον λαβών, ξυρεῖσθω
καὶ διακλαινέστω τὸ στόμα, ὁ μὲν ἁγνὸς τῆς θεοῦ ἀπὸ τοῦ χρυσίου καὶ τῆς
βοτάνης, ὁ δὲ ἀκάθαρτος τελισκόμενος αἵματι (διακλαινέστω τὸ στόμα) ὄρ-
νιθος, καὶ ἀναλισκόντωσαν αἱ φοιβατρίαι τοῦτον· ὁ δὲ τελισκόμενος μὴ γευέ-
στω· φερέτω δὲ λαγάνων χοίνικα ἀττικὴν καὶ δύο κοτύλας οἴνου ἀπὸ τοῦ ἀγε[ρ]-π[ε]ριλαβὼν ὅπλον τῆς θεοῦ ὅ τι ἂμ βούληται [....c.8....· εἰ ?] δὲ μνᾶς ἄξ̣ιον, v
50τριώβολον τιθέτω καὶ λαμβανέτω τὸν [.]Ο[..?..]· ἐὰν δὲ ἀτέλεστος
ἦι, ἀπὸ τοῦ βωμοῦ πινέτω· ἐὰν δέ τι[ς] Ν[.]ΟΡΜ[..]ΙΝ βο[ύ]ληται, ἀ[π]ὸ τοῦ ἰχθύος πι-Face B
vacat
εἰς τὸν ναὸν τῆς θεοῦ ἀμύητον μὴ εἰσπορεύεσθα[ι]·
ἐὰν δὲ εἰσέλθηι, καθαίρειν ἀλεκτορίδι καὶ μετα-κας ἄρτων, οἴνου κοτύλας ὀκτὼ εἰς τὸν κρατῆρα.
εἰς τὸ πρόθυρον μὴ εἰσπορεύεσθαι ἀμύητον, ἐ{α}-
ὰμ μὴ εὐχάς τις βούληται ποήσασθαι, καὶ ἱμά[τι]-χοῦ τριακοσταίαν, τὴν δὲ διαφθείρουσαν τετταρακοσταίαν,
ἀπ ̓ ἀνδρὸς δὲ λελουμένην κατὰ κεφαλῆς, ἀπὸ τῶν δὲ κατὰ
φύσιν ἑβδομαίαν· ἐὰν δέ τις εἰσέλθηι μὴ ἁγνεύσας τῶν προ-οἴνου χοῦς δύο, εἰς τὸν θησαυρὸν δραχμὴν, ἐλαίου κοτύλην ἐπὶ
λύχνον καὶ ἀτέλεσ[τ]ος τούτων οὐ γεύεται : ἐάν τις πανημερί-
σαι βούληται τῆι θεῶι, ἄριστον φερόμενος ὅ τι ἂν βούληται, πλὴγθησαυρόν, τὰ δὲ ἄλλα ταὐτὰ τάπερ ἐπὶ τοῦ χηνός : πρὸς δὲ τὸμ βωμὸν τὸ[ν]
μέγαν ἀτέλεστον μὴ προσιέναι, μηδὲ ἀλεκτορίδα θύειν ἐπ᾽ αὐτοῦ, μ ⌈η⌉ ε δ᾽
75ὠιὸν προσφέρειν, ἀλλ’ ὅταν τις τῆι θεῶι ἀλεκτορίδα θύηι, ἐπὶ τὸν τῆς Μοίραςβωμὸν καὶ προσπορευέσθω ὁ βουλόμενος ἐπὶ τὸν τῆς Μοίρας καὶ Ἡλίου βωμόν·
ἐὰν δέ τις προσέλθηι πρὸς τὸν μέγαν βωμὸν ἀτέλεστος, καθαιρέτω κατὰ τὴ[ν]
προγεγραμμένην τοῦ περιστύλου κάθαρσιν : ὡσαύτως δὲ φυλασσέσθωσαν