30 occurences of Δημήτηρ in 14 files.
-
CGRN 159
Fragment of a sacrificial regulation concerning a female cult at Messene
Date:- ca. 225-191 BC
[...5.. τ]έλεον, χοιρίον ἔρσεν [..?..]
[τὸμ π]αλὸν τᾶι προστατίναι [..?.. Δάματρι Με]-
[λ]αίναι5· Μναστῆρος δυωδε[κάται ..?..] -
CGRN 179
Excerpts from the sacrificial calendar at Lindos (concerning sacrifices to Demeter?)
Date:- ca. 200-175 BC
[Σμ]ινθίου ἑβδό[μαι]
[ἱσ]ταμένου Δ[άματρι] (?)
[ὄϊς κ]αὶ ὗς κύου[σαι] -
CGRN 210
Fragments from the sacrificial calendar of Eleutherna
Date:- ca. 150-100 BC
Fragment B
[..?..] τέλεον [..?..]
[..?.. Δάματρι Μεγαλά]ρτωι δολπ[ὰς ..?..]
[..?..]ς χοίρος τρ[ίνς ..?..] -
CGRN 222
Dossier of regulations concerning the mysteries at Andania
Date:- probably 23 AD
Face A
τὰ μυστήρια γίνεται, μετὰ τᾶς ἱερέας, ἔπειτα ἀγωνοθέτας, ἱεροθύται, οἱ αὐληταί· μετὰ δὲ ταῦτα αἱ παρθένοι αἱ ἱεραί, καθὼς ἂν λά-
χωντι30, ἄγουσαι τὰ ἅρματα ἐπικείμενας κίστας ἐχούσας ἱερὰ μυστικά· εἶτεν ἁ θοιναρμόστρια ἁ εἰς Δάματρος καὶ αἱ ὑποθοιναρ-
μόστριαι αἱ ἐμβεβακυῖαι, εἶτεν ἁ ἱέρεα τᾶς Δάματρος τᾶς ἐφ’ ἱπποδρόμωι, εἶτεν ἁ τᾶς ἐν Αἰγίλᾳ· ἔπειτεν αἱ ἱεραὶ κατὰ μίαν, κα-
θώς κα λάχωντι, ἔπειτεν οἱ ἱεροί, καθώς κα οἱ δέκα διατάξωντι· ὁ δὲ γυναικονόμος κλαρούτω τάς τε ἱερὰς καὶ παρθένους καὶ ἐπιμέλειαν
ἐχέτω, ὅπως πομπεύωντι, καθώς κα λάχωντι· ἀγέσθω δὲ ἐν τᾶι πομπᾶι καὶ τὰ θύματα, καὶ θυσάντω τᾶι μὲν Δάματρι σῦν ἐπίτοκα, Ἑρμᾶ-
νι κριόν, Μεγάλοις Θεοῖς δάμαλιν, σῦν, Ἀπόλλωνι Καρνείωι κάπρον, Ἅγναι οἶν· σκανᾶν· σκανὰν δὲ μὴ ἐπιτρεπόντω οἱ ἱεροὶ μηθένα ἔχειν ἐνλάμψεσθαι διάφορον· ἔστι δὲ ἃ δεῖ παρέχειν πρὸ τοῦ ἄρχεσθαι τῶν μυστηρίων, ἄρνας δύο λευκούς, ἐπὶ τοῦ καθαρμοῦ κριὸν εὔχρουν καί, ὅταν
ἐν τῶι θεάτρωι καθαίρει, χοιρίσκους τρεῖς, ὑπὲρ τοὺς πρωτομύστας ἄρνας ἑκατόν, ἐν δὲ τᾶι πομπᾶι Δάματρι σῦν ἐπίτοκα, τοῖς δὲ Μεγάλοις
Θεοῖς δάμαλιν διετῆ, σῦν, Ἑρμᾶνι κριόν, Ἀπόλλωνι Καρνείωι κάπρον, Ἅγναι οἶν· ὁ δὲ ἐγδεξάμενος κατεγγυεύσας ποτὶ τοὺς ἱεροὺς λα-