πωι δοκεῖ αὐτοῖς ἀσφαλῶς ἕξειν, καὶ ἐπιθέντω κλᾶϊκας, καὶ τοῦ μὲν παρὰ τᾶι κράναι ἐχέτω τὰν ἁτέραν κλᾶϊκα Μνασίστρατος, τὰν δὲ ἄλ-
λαν οἱ ἱεροί, τοῦ δὲ ἐν τῶι ναῶι ἐχόντω τὰν κλᾶϊκα οἱ ἱεροί, καὶ ἀνοιγόντω κατ’ ἐνιαυτὸν τοῖς μυστηρίοις καὶ τὸ ἐξαριθμηθὲν διάφορον ἐ-
ξ ἑκατέρου τοῦ θησαυροῦ χωρὶς γράψαντες ἀνενεγκάντω· ἀποδόντω δὲ καὶ Μνασιστράτωι τὸ γινόμενον αὐτ[ῶ]ι διάφορον, καθὼς ἐν τ[ῶι]