CGRN 86
Sacrificial calendar of the city of Kos
Date:
Provenance: Kos
Stele A (month 4, Batromios)
5[ε]ς [κα]τὰ φυ[λ]ὰς ἰόντω, ἱεροποιοὶ δὲ καὶ τοὶ κάρυκες ἰόντω κ[α]-
[τ]ὰ χιλ[ι]α[σ]τύας· βοῦς δ᾿ ἐννῆ ἐλᾶντι, βοῦν ἐξ ἐνάτας ἑκάστ[ας],
[.]ΞΛ[..]Λ[.]Ιέων καὶ Πασθεμιδᾶν πράτων καὶ Νο[σ]τιδᾶν· ἐς δὲ
[τ]ὰν ἀγορὰν ἐλάντω Πάμφυλοι πρᾶτοι, ἐν ἀγορᾶι δὲ συμμίσ-
[γ]ονται· ὁ δὲ ἱερεὺς καθήσθω [πὰρ] τ[ὰ]ν τράπεζαν ἔχων τὰ[ν σ]-
[φ]υλοι δὲ ἐπελάντω βοῦ[ς τρεῖς τοὺ]ς καλλίστους, αἰ μέ[γ κα]
τούτωγ κριθῆι τις· αἰ δὲ [μή, Ὑλλεῖς τρ]εῖς ἐλάντω, αἰ μέγ κ[α τ]-
ούτωγ κριθῆι τις· αἰ δὲ μ[ή, Δυμᾶνες τρ]εῖς τοὺς λοιπούς, αἰ [μέ]-
γ κα τούτωγ κριθῆι τις· αἰ [δὲ μή, ἁτέρου]ς ἐλάντω ἐς τὰν ἀγ[ορ]-
15ὰν καὶ ἐπελάντω κατὰ τα[ὐτά, αἰ] μέγ κα τούτωγ κριθῆι τ[ις]·
αἰ δὲ μή, τρίτον ἐπελάντω κατὰ τα[ὐ]τά· αἰ δέ κα τούτωγ κριθ[ῆι]
μηδείς, ἐπικρίνοντα[ι] βοῦν ἐκ χι[λια]στύος ἑκάστας· ἐλά[σα]-
ντες δὲ τούτους συμμίσγον[ται το]ῖς ἄλλοις καὶ εὐθὺ[ς κρίν]-
τιμώντω δὲ προστάται ὀμόσαντες παραχρῆμα· ἐπεὶ δέ κα τι[μα]-
[θ]ῆι, ἀναγορευέτω ὁ κᾶρυξ ὁπόσσου κα τιμαθῆι· τουτῶ δὲ ἐλᾶντ[ι πα]-
[ρ]ὰ τὰν Ἱστίαν τὰν ⟦Ο⟧ Φαμίαν καὶ Ο[...]ΤΙ· [ὁ] δὲ ἱερεὺς στέπτει καὶ [ἐπι]-