πευόντω ὥρας δευτέρας ἐκ τᾶς ἅλωο[ς] οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος καὶ τῶν ἄλλων
10 θεῶν καὶ οἱ πρυτάνεις καὶ ἄρχοντες καὶ τ[ὰ] ἄλλα ἀρχεῖα καὶ οἱ λαμπαδισταί, ἀφ’ ἑκάστας φυλᾶς ἄν-
δρες δέκα· καταγραψάτωσαν δὲ τοὺς λαμπαδίξοντας οἱ ἁγεμόνες τᾶν φυλᾶν· εἰ δέ τις τῶν ἁ-