CGRN 222
Dossier of regulations concerning the mysteries at Andania
Date:
Provenance: Polichne
Face A
110 [τῶν εἰς τ]ὸ ἀλειπτήριον· ἂν δέ τις τῶν ἐγδεξαμένων ἢ τῶν βαλανέων μὴ ποιεῖ καθὼς γέγραπται, τὸν μὲν δοῦλον μαστιγούτω ὁ ἀγορανό-
[μος, τ]ὸν δὲ ἐλεύθ⟨ε⟩ρον ζαμιούτω καθ’ ἕκαστον ἀδίκημα εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱερῶν. v συνέσιος ἀναφορᾶς· v οἱ ἱε-
[ροὶ ὅ]σα κα διοικήσωντι ἐν τᾶι παναγύρει ἢ κατακρίνωντί τινας, σύνεσιν ἀνενεγκάντω εἰς τὸ πρυτανεῖον· ἀναγραψάντω δὲ καὶ
[εἰς τ]ὸν οἶκον τὸν ἐν τῶι ἱερῶι, οὓς ἂν κατακρίνωντι καὶ ἐπὶ ποίωι ἀδικήματι. v ἀντίγραφον ἔχειν τοῦ διαγράμματος· v οἱ κατεσταμέ-