CGRN 86
Sacrificial calendar of the city of Kos
Date:
Provenance: Kos
Stele A (month 4, Batromios)
[.]ΞΛ[..]Λ[.]Ιέων καὶ Πασθεμιδᾶν πράτων καὶ Νο[σ]τιδᾶν· ἐς δὲ
[τ]ὰν ἀγορὰν ἐλάντω Πάμφυλοι πρᾶτοι, ἐν ἀγορᾶι δὲ συμμίσ-
[γ]ονται· ὁ δὲ ἱερεὺς καθήσθω [πὰρ] τ[ὰ]ν τράπεζαν ἔχων τὰ[ν σ]-
μηδείς, ἐπικρίνοντα[ι] βοῦν ἐκ χι[λια]στύος ἑκάστας· ἐλά[σα]-
ντες δὲ τούτους συμμίσγον[ται το]ῖς ἄλλοις καὶ εὐθὺ[ς κρίν]-
οντι καὶ εὔχονται καὶ ἀποκαρύ[σσο]ντι· ἔπειτα ἐπελᾶντ[ι αὖ]-