CGRN 222
Dossier of regulations concerning the mysteries at Andania
Date:
Provenance: Polichne
Face A
ἐκ ταυτᾶν τᾶν κρισίων διάφορα ὑπαρχέτω εἰς τὰν ἐπισκευὰν τῶν ἐν τῶι Καρνειασίωι· ὅταν δὲ ἐπι{σ}τελεσθεῖ, ὅσων χρεία ἐστὶ ποτὶ τὸ συν-
τελεῖν τὰ μυστήρια, ὑπαρχέτω τὰ πίπτοντα διάφορα τῶν μυστηρίων εἰς τὰς τᾶς πόλεος ἐ⟨σ⟩όδους. v θυμάτων παροχᾶς· οἱ ἱεροὶ μετὰ τὸ κα-
65τασταθῆμεν προκαρύξαντες ἐγδόντω τὰν παροχὰν τῶν θυμάτων, ὧν δεῖ θύεσθαι καὶ παρίστασθαι ἐν τοῖς μυστηρίοις, καὶ τὰ εἰς τοὺς
καθαρμούς, ἐγδιδόντες, ἄν τε δοκεῖ συνφέρον εἶμεν ἐπὶ τὸ αὐτὸ πάντα τὰ θύματα, ἄν τε κατὰ μέρος, τῶι τὸ ἐλάχιστον ὑφισταμένωι
[βαλανεύε]ιν ἐν τῶι ἱερῶι μὴ πλεῖον πράσσωντι τοὺς λουομένους δύο χαλκῶν καὶ παρέχωντι πῦρ καὶ μάκραν εὔκρατον καὶ τοῖς κατακλυ-
[ζομένοις ὕ]δωρ εὔκρατον, καὶ ὅπως ὁ ἐγδεξάμενος τῶν ξύλων τὰν παροχὰν εἰς τὸ ἀλειπτήριον παρέχει ξύλα ξηρὰ καὶ ἱκανὰ τοῖς ἀλει-
[φομένοις] κατ’ ἀμέραν ἀπὸ τετάρτας ὥρας ἕως ἑβδόμας· δοῦλος δὲ μηθεὶς ἀλειφέσθω· οἱ δὲ ἱεροὶ ἐγδιδό{ι}ντω τὰν παροχὰν τῶν ξύλ[ω]ν
110 [τῶν εἰς τ]ὸ ἀλειπτήριον· ἂν δέ τις τῶν ἐγδεξαμένων ἢ τῶν βαλανέων μὴ ποιεῖ καθὼς γέγραπται, τὸν μὲν δοῦλον μαστιγούτω ὁ ἀγορανό-