τῆι θεῶι ὅ τι ἄν ἔχηις : τελετὴ τῆς θεοῦ· ἂμ μὲν θέλων τελίσκηται, τρεῖς
ἡμέρας θεραπεύειν, τῆι τρίτηι ξυρεῖσθαι· ἐὰν δὲ τῶν ἀκαθάρτων τις θέ-
20ληι τελεσθῆναι, ξυρησάσθω· ἐν τρισὶ χωρίοις σχοῖνον λαβών, ξυρεῖσθω
καὶ διακλαινέστω τὸ στόμα, ὁ μὲν ἁγνὸς τῆς θεοῦ ἀπὸ τοῦ χρυσίου καὶ τῆς
στω· φερέτω δὲ λαγάνων χοίνικα ἀττικὴν καὶ δύο κοτύλας οἴνου ἀπὸ τοῦ ἀγε[ρ]-
25μοῦ· ἀγείρειν τῆι τρίτηι δεῖ ἧιπερ ξυρεῖται, καὶ τῆι Μοίραι θύειν ὄρνιθα καὶ ἀν[αλ]-
ίσκειν τὸν ἀγερμὸν ὅ τι ἂν ἀγείρηι· ἀποτινέτω δὲ καὶ τῆς σχοίνου τῆι θεῶι π[ρὸ]
τοῦ ξυρήσασθαι τριώβολον· ὅταν δὲ ξυρήσηται, τῆς ἱλατηρίας ὀβολὸν· λαμ[βα]-
νέτω δὲ ἐν τρισὶ χωρίοις· φερέτω δὲ καὶ ἄρτον εἰς τὴν σχοῖνον : ἂν δὲ καταβε-