Βίων Ἀπολλοδώρο, Βωρ⌈έ⌉Βων Κρηθεὺς Ἑρμώνακτος, Θράσων Ἀν-
τιλέοντος· ἔδοξε μολποῖσιν τὰ ὄργια ἀναγράψαντας θεῖναι ἐς
5τὸ ἱερὸν καὶ χρῆσθαι τούτοισιν, καὶ οὕτωι τάδε γραφθέντα ἐτέ-
θη Ἑβδομαίοισι· τῆι ὀγδῶι ΑΠΟΛΕΙΚΑΙ(?) τὰ ἱερὰ ἢ σπλάγχνα σπείσοσι μολπῶν
αἰσυμνήτης· ὁ δὲ αἰσυμνήτης καὶ ὁ προσέταιρος προσαίρεται, ὅταν οἱ
ων θύει Ἱστίηι καὶ κρητῆρας σπενδέτω αὐτὸς καὶ παιωνιζέτω· τῆι δεκά-
τηι ἁμιλλητήρια, καὶ δίδοται ἀπὸ μολπῶν δύο ἱερῆιια τοῖσι στεφανηφό-
15ροισιν τέληα, καὶ ἔρδεται Ἀπόλλωνι Δελφινίωι, καὶ ἁμιλλῶνται οἱ στε-
φανηφόροι οἵ τε νέοι καὶ ὁ ἱέρεω⟨ς⟩, καὶ οἶνον πίνοσι τὸμ μολπῶν, καὶ κρητῆρες
σπένδονται κατόπερ ἐμ μολπῶι· ὁ δὲ ἐξιὼν αἰσυμνήτης παρέχει ἅπερ ὁ
τῆς ἑκάστης· τούτοισι τοῖς ἱεροῖσιν ὁ βασιλεὺς παρίσταται, λαγχάνει δὲ
οὐδὲν πλῆον τῶν ἄλλων μολπῶν· καὶ ἄρχονται οἱ στεφανηφόροι Ταυρεῶ-
νος θύειν Ἀπόλλωνι Δελφινίωι ἀπὸ τῶν ἀριστερῶν ἀπαρξάμενοι καὶ κρητη-
ξις· ἐπιπέσσεν τὰ ἔλατρα ἐξ ἡμεδίμνο τὠπόλλωνι πλακόντινα, τῆι Ἑκά-
τηι δὲ χωρίς. γίνεται Ὀνιτάδηισιν ἀπὸ μολπῶν ὀσφύες πᾶσαι ἐκτὸς ὧν οἱ
στεφανηφόροι ἴσχοσιν, δέρματα πάντα, θυαλήματα τρία ἀπ’ ἱερήο ἑκάστο, θύ-
ων τὰ περιγινόμενα, οἶνον τὸν ἐν τῶι κρητῆρι περιγινόμενον, πεμπὰς τῆς ἡ-
40μέρης· ὅ τι ἂν τούτων μὴ ποιῶσιν, Ὀνιτάδαι, ἕαδε μολποῖσιν ἐπὶ Χαροπίνο στε-
φανηφόρος ἀπὸ τῶν Ἰστιηίων παρέχεν· ὅ τι δ’ ἂν Ὀνιτάδαι χρηιίζωσιν, ἕαδε μολποῖ-
σι στεφανηφόροισιν ἐπιτετράφθαι. vacat
τῶι κήρυκι ἀτελείη ἐμ μολπῶι πάντων καὶ λάξις σπλάγχνων ἀπὸ θυῶν ἑκασ-
τέων καὶ οἴνο φορὴ ἐς τὰ ψυκτήρια τέλεσι τοῖς ἑωυτο̑, ὁ δ’ οἶνος ἀπὸ μολπῶ⌈ν⌉Ι γίνεται.
vacat