CGRN 99
Dossier of purity regulations at Cyrene
Date:
Provenance: Cyrene
Face B
[νύμφ]αμ μ[ὲν πρὶν ἴμεν τὸ κοιτατή]ριον, ζ[...c.5..]
[δεῖ] ἐς Ἄρτ[αμιν κατενθὲν]· αὕτα δὲ οὐχ ὑπώ[ροφ]-
85[ος] τῶι ἀνδρὶ τένται οὐδὲ μιασεῖ, μέστα κα
90[θ]αρεῖ τὸ ἱαρόν. vacat
[ν]ύμφαν δὲ τὸ Νυμφῆιον ἐς Ἄρταμιν κατ[εν]-
[θ]ὲν δεῖ, ὁπόκα κα δήληται Ἀρταμιτίοις, [ὥς κα]
[τ]άχιστα δὲ λῶϊον· ἃ δέ κα μὴ κατένθηι, ἀ[ποθ]-
[υ]σεῖ τᾶι Ἀρτάμιτι, ἅ κ[α δήλητ]αι· τοῖς [δ᾽ Ἀρταμιτί]-
95[οι]ς μὴ κατεληλευ[θυῖα, καθαρεῖ τὸ Ἀρταμίτι]-
[ο]ν καὶ ἐπιθυσεῖ ζ[αμίαν βοτὸν τέλευν].
ἐς Ἄρταμι[ν ..4..] τᾶι ἄρκωι δωσεῖ πόδας καὶ
τὰν κεφαλὰν καὶ τὸ δέρμα· αἰ δέ κα μὴ κατ[έν]-
100θηι πρὶν τεκέν, κάτειτι σὺμ βοτῶι τελέωι· ἁ δ[ὲ]
κατίασσα ἁγνευσεῖ ἑβδέμαν καὶ ὀγδόαν
καὶ ἠνάταν, καὶ ἁ μὴ καταληλευθυῖα ἁγν-
ευσεῖ ταύτας τὰς ἁμέρας· αἰ δέ κα μιᾶι, καθα-