CGRN 222
Dossier of regulations concerning the mysteries at Andania
Date:
Provenance: Polichne
Face A
παραγγέλλωντι οἱ ἐπὶ τούτων τεταγμένοι· τοὺς δὲ ἀπειθοῦντας ἢ ἀπρεπῶς ἀναστρεφομένους μαστιγούντω· ἂν δέ τις τῶν ῥα-
βδοφόρων μὴ ποιεῖ, καθὼς γέγραπται, ἢ ἄλλο τι ἀδικοῖ ἢ ποιοῖ ἐπὶ καταλύσει τῶν μυστηρίων, κριθεὶς ἐπὶ τῶν ἱερῶν, ἂν κατακριθεῖ, μὴ
45 μετεχέτω τῶν μυστηρίων. περὶ τῶν διαφόρων· v τὰ δὲ πίπτοντα διάφορα ἐκ τῶν μυστηρίων ἐγλεγόντω οἱ κατασταθέντες ὑπὸ
75 τοῖς θεοῖς. v ἀδικημάτων· v ἂν δέ τις ἐν ταῖς ἁμέραις, ἐν αἷς αἵ τε θυσίαι καὶ τὰ μυστήρια γίνονται, ἁλῶι εἴτε κεκλεβὼς εἴτε ἄλλο τι ἀδίκη-
μα πεποιηκώς, ἀγέσθω ἐπὶ τοὺς ἱερούς· καὶ ὁ μὲν ἐλεύθερος, ἂν κατακριθεῖ, ἀποτινέτω διπλοῦν, ὁ δὲ δοῦλος μαστιγούσθω καὶ ἀποτεισάτω δι-
πλοῦν τὸ κλέμμα, τῶν δὲ ἄλλων ἀδικημάτων ἐπιτίμιον δραχμὰς εἴκοσι· ἂν δὲ μὴ ἐκτίνει παραχρῆμα, παραδότω ὁ κύριος τὸν οἰκέταν τῶι ἀ-
μένα ὑπόδικος ἔστω τῶι κυρίωι τᾶς τοῦ σώματος ἀξίας διπλασίας καὶ ἐπιτιμίου δραχμᾶν πεντακοσιᾶν, ὁ δὲ ἱερεὺς ἐπικρινέ-
τω περὶ τῶν δραπετικῶν, ὅσοι κα ἧνται ἐκ τᾶς ἁμετέρας πόλεος, καὶ ὅσους κα κατακρίνει, παραδότω τοῖς κυρίοις· ἂν δὲ μὴ παραδιδῶι ἐξέσ-
τω τῶι κυρίωι ἀποτρέχειν ἔχοντι. v περὶ τᾶς κράνας· v τᾶς δὲ κράνας τᾶς ὠνο{ι}μασμένας διὰ τῶν ἀρχαίων ἐγγράφων Ἅγνας καὶ τοῦ γε[γε]-
[μος, τ]ὸν δὲ ἐλεύθ⟨ε⟩ρον ζαμιούτω καθ’ ἕκαστον ἀδίκημα εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱερῶν. v συνέσιος ἀναφορᾶς· v οἱ ἱε-
[ροὶ ὅ]σα κα διοικήσωντι ἐν τᾶι παναγύρει ἢ κατακρίνωντί τινας, σύνεσιν ἀνενεγκάντω εἰς τὸ πρυτανεῖον· ἀναγραψάντω δὲ καὶ
[εἰς τ]ὸν οἶκον τὸν ἐν τῶι ἱερῶι, οὓς ἂν κατακρίνωντι καὶ ἐπὶ ποίωι ἀδικήματι. v ἀντίγραφον ἔχειν τοῦ διαγράμματος· v οἱ κατεσταμέ-
[νοι ὥ]στε γράψαι τὸ διάγραμμα, καθὼς ἂν δοκιμασθεῖ, δόντω τοῖς νομοδείκταις ἀντίγραφον· οἱ δὲ λαβόντες ἐπιδεικνυόντω τῶι
Face B
160 προγραφῆντι· τὸν δὲ
μὴ ποιοῦντα κατακρι-
νάντω εἴκοσι δρα-