14 occurences of δοῦλος in 4 files.
-
CGRN 97
Fragmentary regulation concerning a female festival at Mylasa
Date:- ca. 350-300 BC
[..?.. (ἐ)στεφ]ανωμένος ἢ παίζω[ν ..?..]
[..?..]ΙΣ : δοῦλος μαστιγω[..?..]
[..?.. τῆς δὲ ἑο]ρτῆς ἐούσης μηδὲν [..?..] -
CGRN 191
Dossier of regulations from a private cult at Philadelphia in Lydia
Date:- ca. 125-75 BC
[τὴν] ἑαυτοῦ γυναῖκα ἀλλοτρίαν ἢ [ἐλευθέραν ἢ]
δούλην ἄνδρα ἔχουσαν μὴ φθερε[ῖν μηδὲ παῖδα μη]-
[δὲ] παρθένον μηδὲ ἑτέρωι συμβου[λεύσειν, ἄλλ' ἄν τι]-διανοίας ποιείτω ἀνδράσι καὶ γυναιξὶν [ἐλευθέροις καὶ]
δούλοις, ἵνα κατακολουθῶσιν τοῖς ὧδε γ[εγραμμένοις· ἐν δὲ]
55 ταῖς θυσίαις ταῖς τε ἐμμήνοις καὶ ταῖ[ς κατὰ ἐνιαυτὸν ἁ]- -
CGRN 200
Decree concerning the annual festival for Artemis Leukophryene at Magnesia-on-the-Maiander
Date:- ca. 150 BC
ροὺς παρθένων ἀϊδουσῶν ὕμνους εἰς Ἄρτεμιν Λευκοφρυηνήν, ἀνιέ[σ]-
30θωσαν δὲ οἱ παῖδες ἐκ τῶν μαθημάτων καὶ ἀπὸ τῶν ἔργων δοῦλοί τε
καὶ δοῦλαι, ἐν ἧι ταῦτα ἡμέραι συντελεσθήσεται· τὰς δὲ γινομένας
ἱερείας τῆς Ἀρτέμιδος μετὰ στεφανηφόρον Πολυκλείδην καὶ τοὺς -
CGRN 222
Dossier of regulations concerning the mysteries at Andania
Date:- probably 23 AD
Face A
μὲν ἰδιώτιες ἐχόντω χιτῶνα λίνεον καὶ εἱμάτιον μὴ πλείονος ἄξια δραχμᾶν ἑκατόν, αἱ δὲ παῖδες καλάσηριν ἢ σιν-
δονίταν καὶ εἱμάτιον μὴ πλείονος ἄξια μνᾶς, αἱ δὲ δοῦλαι καλάσηριν ἢ σινδονίταν καὶ εἱμάτιον μὴ πλείονος ἄξια δρα-
χμᾶν πεντήκοντα· αἱ δὲ ἱεραί, αἱ μὲν γυναῖκες καλάσηριν ἢ ὑπόδυμα μὴ ἔχον σκιὰς καὶ εἱμάτιον μὴ πλέονος ἄξια δύο75 τοῖς θεοῖς. v ἀδικημάτων· v ἂν δέ τις ἐν ταῖς ἁμέραις, ἐν αἷς αἵ τε θυσίαι καὶ τὰ μυστήρια γίνονται, ἁλῶι εἴτε κεκλεβὼς εἴτε ἄλλο τι ἀδίκη-
μα πεποιηκώς, ἀγέσθω ἐπὶ τοὺς ἱερούς· καὶ ὁ μὲν ἐλεύθερος, ἂν κατακριθεῖ, ἀποτινέτω διπλοῦν, ὁ δὲ δοῦλος μαστιγούσθω καὶ ἀποτεισάτω δι-
πλοῦν τὸ κλέμμα, τῶν δὲ ἄλλων ἀδικημάτων ἐπιτίμιον δραχμὰς εἴκοσι· ἂν δὲ μὴ ἐκτίνει παραχρῆμα, παραδότω ὁ κύριος τὸν οἰκέταν τῶι ἀ-δικηθέντι εἰς ἀπεργασίαν· εἰ δὲ μή, ὑπόδικος ἔστω ποτὶ διπλοῦν. v περὶ τῶν κοπτόντων ἐν τῶι ἱερῶι· v μηδεὶς κοπτέτω ἐκ τοῦ ἱεροῦ τόπου·
ἂν δέ τις ἁλῶι, ὁ μὲν δοῦλος μαστιγούσθω ὑπὸ τῶν ἱερῶν, ὁ δὲ ἐλεύθερος ἀποτεισάτω, ὅσον κα οἱ ἱεροὶ ἐπικρίνωντι· ὁ δὲ ἐπιτυχὼν ἀγέτω
80 αὐτοὺς ἐπὶ τοὺς ἱεροὺς καὶ λαμβανέτω τὸ ἥμισυ. v φύγιμον εἶμεν τοῖς δούλοις· v τοῖς δούλοις φύγιμον ἔστω τὸ ἱερόν, καθὼς ἂν οἱ ἱεροὶ
ἀποδείξωντι τὸν τόπον, καὶ μηθεὶς ὑποδεχέσθω τοὺς δραπέτας μηδὲ σιτοδοτείτω μηδὲ ἔργα παρεχέτω· ὁ δὲ ποιῶν παρὰ τὰ γεγραμ-μὴ τασσέτω μή[τε] πόσου δεῖ πωλεῖν, μηδὲ καιρὸν τασσέτω μηδὲ πρασσέτω μηθεὶς τοὺς πωλοῦντας τοῦ τόπου μηθέν· τοὺς δὲ μὴ πω-
λοῦντας καθὼς γέγραπται, τοὺς μὲν δούλους μαστιγούτω, τοὺς δὲ ἐλευθέρους ζαμιούτω εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱε-
[ρῶν]. v ὕδατος· v ἐχέτω δὲ ἐπιμέλειαν ὁ ἀγορανόμος καὶ περὶ τοῦ ὕδατος, ὅπως κατὰ τὸν τᾶς παναγύριος χρόνον μηθεὶς κακοποιεῖ μήτε[τὸ β]ήλημα μήτε τοὺς ὀχετοὺς μήτε ἄν τι ἄλλο κατασκευασθεῖ ἐν τῶι ἱερῶι χάριν τοῦ ὕδατος, καὶ ὅπως, καθὼς ἂν μερισθεῖ, ῥεῖ τὸ ὕδωρ καὶ μη-
105[θεὶς ἀ]ποκωλύει τοὺς χρωμένους· ἂν δέ τινα λαμβάνει ποιοῦντά τι τῶν κεκωλυμένων, τὸν μὲν δοῦλον μαστιγούτω, τὸν δὲ ἐλεύθερον
[ζαμιούτω] εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱερῶν. v ἀλείμματος καὶ λουτροῦ· v ὁ ἀγορανόμος ἐπιμέλειαν ἐχέτω, ὅπως οἱ θέλοντες[ζομένοις ὕ]δωρ εὔκρατον, καὶ ὅπως ὁ ἐγδεξάμενος τῶν ξύλων τὰν παροχὰν εἰς τὸ ἀλειπτήριον παρέχει ξύλα ξηρὰ καὶ ἱκανὰ τοῖς ἀλει-
[φομένοις] κατ’ ἀμέραν ἀπὸ τετάρτας ὥρας ἕως ἑβδόμας· δοῦλος δὲ μηθεὶς ἀλειφέσθω· οἱ δὲ ἱεροὶ ἐγδιδό{ι}ντω τὰν παροχὰν τῶν ξύλ[ω]ν
110 [τῶν εἰς τ]ὸ ἀλειπτήριον· ἂν δέ τις τῶν ἐγδεξαμένων ἢ τῶν βαλανέων μὴ ποιεῖ καθὼς γέγραπται, τὸν μὲν δοῦλον μαστιγούτω ὁ ἀγορανό-
[μος, τ]ὸν δὲ ἐλεύθ⟨ε⟩ρον ζαμιούτω καθ’ ἕκαστον ἀδίκημα εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱερῶν. v συνέσιος ἀναφορᾶς· v οἱ ἱε-