22 occurences of διάφορος in 4 files.
-
CGRN 106
Regulation concerning the donation of Agasikratis for sacrifices to Poseidon at Kalaureia
Date:- 3rd century BC
οῦ Σωσιφάνεος [κ]αὶ τᾶν θυγατέρων Νικαγόρας καὶ Ἀρισ-
5το[κ]λείας· ὥστε θύειν τῶι Ποσειδᾶνι ἀπὸ τοῦ διαφόρου{ς}
ἱερεῖον τέλειον καὶ τῶι Διὶ τῶι Σωτῆρι ἱερεῖον τέλειον,βω[μ]ὸν ἑσσαμένους παρὰ τὰν εἰκόνα τοῦ ἀνδρὸς αὐ-
τᾶς Σωφάνεος, καὶ τὸ λοιπὸν τοῦ διαφόρου καταχρῆσ-
θαι· θύειν δὲ διὰ τριῶν ἐτέων ἐν τῶι Ἀρτεμιτίωι -
CGRN 107
Decree concerning the donation of Agasikles and Nikagora to Poseidon at Kalaureia
Date:- 3rd century BC
ίνας μετὰ τᾶς ἐκκλησίας κατὰ συνγραφάν,
20 καὶ πράξαντες τὸ διάφορον τοῦ ἀργυρίου καὶ τὰ-
ν δωτίναν τὰν ἐκ τοῦ χωρίου θυσοῦντι τῶι Π- -
CGRN 161
Fragment of a decree concerning a donation by Teleutias on Kos
Date:- 2nd century BC
σίας πεντήκοντα [..?..]-
νον τοῦ δ[ι]α[φόρ]ου πλ[ῆθος ..?.. Ἀσκλαπιῶι καὶ Ὑγιείαι καὶ Ἠ]-
5πιόναι ἱερε[ῖον] βοϊκὸν [..?..] -
CGRN 222
Dossier of regulations concerning the mysteries at Andania
Date:- probably 23 AD
Face A
του, καὶ τῶν κατασταθέντων παραγραψάτω ἁ γερουσία τὸ τίμημα, ὡσαύτως δὲ καὶ τὸ τῶν εἰσενεγκάντων· τοῖς δὲ ἐγλογευόντοις
τὰ διάφορα λειτουργείτω ὁ ἀργυροσκόπος· ὅταν δὲ ἐπιτελεσθεῖ τὰ μυστήρια, ἀπολογισάσθωσαν ἐμ πάντοις ἐν τᾶι πρώται συν-
νόμωι συναγωγᾶι τῶν συνέδρων, καὶ γραφὰν ἀποδόντω τῶι ἐπιμεληταῖ παραχρῆμα γράφοντες ἐπ’ ὀνόματος τὰ πεπτωκότα δι[ά]-
50φορα ἀπὸ τοῦ καθαρμοῦ, καὶ ἀπὸ τῶν πρωτομυστᾶν τὸ ὑποστατικόν, καὶ ἄν τι ἄλλο πέσει, καὶ τὴν γεγενημέναν ἔξοδον, καί τι ἂν εἶδραχμᾶν χ[ι]λιᾶν, καὶ οἱ δικαστ[αὶ] μὴ ἀφαιρούντω μηθέν· οἱ δ’ ἐν τῶι πέμπτωι καὶ πεντηκοστῶι ἔτει κατεσταμένοι ἐξοδιασάντω καὶ Μνα-
[σισ]τράτωι τὸ διδόμενο[ν αὐτῶι] διάφορον εἰς τὸν στέφανον ὑπὸ τῆς [πό]λεος, δραχμὰς ἑξακισχιλίας, ἀποδόντω δὲ τῶι ταμίαι καὶ ὅσα κα εἶ
[πρ]οεξωδιασμένα διάφορα [ὑπ]ὸ τοῦ ταμίου ἐ[ν τῶι πέμπτωι καὶ πεντηκοστῶι] ἔτε[ι εἰς] τὰ κ[α]τασκευαζόμ[εν]α ἐν [τῶ]ι Καρνει-
55ασίωι ἢ δαπανούμενα χάριν τῶν μυστηρίων· τὸ δὲ [λοιπὸν ἐκ τῶν προεξωδιασμένων διαφόρων] ἐξοδιαζόντ[ω οἱ πέντε εἰς τὰ] ἐπισκε[υα]-
ζόμενα ἐν τῶι Καρνειασίωι, καὶ ἄν τινος ἔτι χρεία εἶ [παρὰ ταύτας τὰς] ποθόδους, φερόντω γράφοντες ῥη[τῶς εἰς̣] ὃ ἂν χρεία εἶ, καὶ οἱ ἄρχον-
τες καὶ οἱ σύνεδροι δογματοποιείσθωσαν, ὅτι δεῖ τὸν ταμίαν [διδόμ]εν τὰ διάφορα· ἀπὸ δὲ τῶν πιπτόντων ἐκ τῶν μυστηρίων ἀποκαθι-
στάσθω τῶι ταμίαι τὰ διάφορα, καὶ ἀποδόντω γραφὰν τῶι ἐπιμελητᾶι, περὶ ὧν κα διοικήσωντι, καὶ ἔστωσαν ὑπόμαστροι, ἄν τι ἀδικήσωντι, κα-
θὼς ἐπάνω γέγραπται· v ὁ δὲ ταμίας, ὅσον κα παραλάβει διάφορον λοιπὸν ἐκ τούτων, γραφέτω ἐν ὑπεχθέματι εἰς τὰν ἐπισκευὰν τῶν ἐν τῶι
60 Καρνειασίωι, καὶ μὴ ἀναχρησάσθω εἰς ἄλλο μηθέν, μέχρι ἂν ἐπιτελεσθεῖ, ὅσων χρεία ἐστὶ ποτὶ τὰν τῶν μυστηρίων συντέλειαν· μηδὲ γρα-
ψάτω μηθεὶς δόγμα, ὅτι δεῖ ταῦτα τὰ διάφορα εἰς ἄλλο τι καταχρήσασθαι· εἰ δὲ μή, τό τε γραφὲν ἀτελὲς ἔστω, καὶ ὁ γράψας ἀποτεισάτω δρα-
χμὰς δισχιλίας· ὁμοίως δὲ καὶ ὁ ταμίας, ὅ τί κα ἐξοδιάσει, διπλοῦν καὶ δραχμὰς δισχιλίας· καὶ οἱ δικασταὶ μὴ ἀφαιρούντω μηθέν, καὶ τὰ πίπτοντα
ἐκ ταυτᾶν τᾶν κρισίων διάφορα ὑπαρχέτω εἰς τὰν ἐπισκευὰν τῶν ἐν τῶι Καρνειασίωι· ὅταν δὲ ἐπι{σ}τελεσθεῖ, ὅσων χρεία ἐστὶ ποτὶ τὸ συν-
τελεῖν τὰ μυστήρια, ὑπαρχέτω τὰ πίπτοντα διάφορα τῶν μυστηρίων εἰς τὰς τᾶς πόλεος ἐ⟨σ⟩όδους. v θυμάτων παροχᾶς· οἱ ἱεροὶ μετὰ τὸ κα-
65τασταθῆμεν προκαρύξαντες ἐγδόντω τὰν παροχὰν τῶν θυμάτων, ὧν δεῖ θύεσθαι καὶ παρίστασθαι ἐν τοῖς μυστηρίοις, καὶ τὰ εἰς τοὺςκαθαρμούς, ἐγδιδόντες, ἄν τε δοκεῖ συνφέρον εἶμεν ἐπὶ τὸ αὐτὸ πάντα τὰ θύματα, ἄν τε κατὰ μέρος, τῶι τὸ ἐλάχιστον ὑφισταμένωι
λάμψεσθαι διάφορον· ἔστι δὲ ἃ δεῖ παρέχειν πρὸ τοῦ ἄρχεσθαι τῶν μυστηρίων, ἄρνας δύο λευκούς, ἐπὶ τοῦ καθαρμοῦ κριὸν εὔχρουν καί, ὅταν
ἐν τῶι θεάτρωι καθαίρει, χοιρίσκους τρεῖς, ὑπὲρ τοὺς πρωτομύστας ἄρνας ἑκατόν, ἐν δὲ τᾶι πομπᾶι Δάματρι σῦν ἐπίτοκα, τοῖς δὲ ΜεγάλοιςΘεοῖς δάμαλιν διετῆ, σῦν, Ἑρμᾶνι κριόν, Ἀπόλλωνι Καρνείωι κάπρον, Ἅγναι οἶν· ὁ δὲ ἐγδεξάμενος κατεγγυεύσας ποτὶ τοὺς ἱεροὺς λα-
70βέτω τὰ διάφορα καὶ παριστάτω τὰ θύματα εὐίερα καθαρὰ ὁλόκλαρα, καὶ ἐπιδειξάτω τοῖς ἱεροῖς πρὸ ἁμερᾶν δέκα τῶν μυστηρίων· τοῖς
δὲ δοκιμασθέντοις σαμεῖον ἐπιβαλόντω οἱ ἱεροί, καὶ τὰ σαμειωθέντα παριστάτω ὁ ἐγδεξάμενος· ἂν δὲ μὴ παριστᾶι ἐπὶ τὰν δοκιμασί-
αν, πρασσόντω οἱ ἱεροὶ τοὺς ἐγγύους αὐτὸ καὶ τὸ ἥμισυ, τὰ δὲ θύματα αὐτοὶ παρεχόντω καὶ ἀπὸ τῶν πραχθέντων διαφόρων κομισάσθωσαν
τὰν γενομέναν δαπάναν εἰς τὰ θύματα. v τεχνιτᾶν εἰς τὰς χοριτείας· v οἱ ἱεροὶ προγραφόντω κατ’ ἐνιαυτὸν τοὺς λειτουργήσοντας ἔνᾶν καὶ τῶν μυστηρίων, καὶ ὅσα κα οἱ θύοντες ποτὶ τᾶι κράναι τραπεζῶντι, καὶ τῶν θυμάτων τὰ δέρματα λαμβανέτω Μνασίστρατος,
τῶν τε διαφόρων, ὅσα κα οἱ θύοντες ποτὶ τᾶι κράναι προτιθῆντι ἢ εἰς τὸν θησαυρόν, ὅταν κατασκευασθεῖ, ἐμβάλωντι, λαμβανέτω Μνα-
σίστρατος τὸ τρίτον μέρος· τὰ δὲ δύο μέρη, καὶ ἄν τι ἀνάθεμα ὑπὸ τῶν θυσιαζόντων ἀνατιθῆται, ἱερὰ ἔστω τῶν θεῶν· ὁ{ι} δὲ ἱερεὺς καὶ οἱ ἱε-
ροὶ ἐπιμέλειαν ἐχόντω, ὅπως ἀπὸ τῶν διαφόρων ἀναθέματα κατασκευάζηται τοῖς θεοῖς, ἃ ἂν τοῖς συνέδροις δόξει. v θησαυρῶν κατασκευ-
90ᾶς· v οἱ ἱεροὶ οἱ κατεσταμένοι ἐν τῶι πέμπτωι καὶ πεντηκοστῶι ἔτει ἐπιμέλειαν ἐχόντω μετὰ τοῦ ἀρχιτέκτονος, ὅπως κατασκευασ-πωι δοκεῖ αὐτοῖς ἀσφαλῶς ἕξειν, καὶ ἐπιθέντω κλᾶϊκας, καὶ τοῦ μὲν παρὰ τᾶι κράναι ἐχέτω τὰν ἁτέραν κλᾶϊκα Μνασίστρατος, τὰν δὲ ἄλ-
λαν οἱ ἱεροί, τοῦ δὲ ἐν τῶι ναῶι ἐχόντω τὰν κλᾶϊκα οἱ ἱεροί, καὶ ἀνοιγόντω κατ’ ἐνιαυτὸν τοῖς μυστηρίοις καὶ τὸ ἐξαριθμηθὲν διάφορον ἐ-
ξ ἑκατέρου τοῦ θησαυροῦ χωρὶς γράψαντες ἀνενεγκάντω· ἀποδόντω δὲ καὶ Μνασιστράτωι τὸ γινόμενον αὐτ[ῶ]ι διάφορον, καθὼς ἐν τ[ῶι]
95 διαγράμματι γέγραπται. vv ἱεροῦ δείπνου vv· οἱ ἱεροὶ ἀπὸ τῶν θυμάτων τῶν ἀγομένων ἐν τᾶι πομπᾶι ἀφελόντες ἀφ’ ἑκάστου τὰ νόμιμ[α]