CGRN 222
Dossier of regulations concerning the mysteries at Andania
Date:
Provenance: Polichne
Face A
[τ]ὸς μηθὲν ἄσχημον μηδὲ ἄδικον ποιήσειν ἐπὶ καταλύσει τῶν μυστηρίων μηδὲ ἄλλωι ἐπιτρέψειν, ἀλλὰ κατακολου-
5θήσειν τοῖς γεγραμμένοις, ἐξορκίσειν δὲ καὶ τὰς ἱερὰς καὶ τὸν ἱερῆ κατὰ τὸ διάγραμμα "εὐορκοῦντι μέν μοι εἴη, ἃ τοῖς εὐ-
σεβέοις, ἐφιορκοῦντι δὲ τἀναντία"· ἂν δέ τις μὴ θέλει ὀμνύειν, ζαμιούτω δραχμαῖς χιλίαις καὶ ἄλλον ἀντὶ τούτου κλαρωσά-
ἢ σπῖραν λευκά, μὴ ἔχοντα μήτε σκιὰν μήτε πορφύραν· ὅσα⟨ς⟩ δὲ δεῖ διασκευάζεσθαι εἰς θεῶν διάθεσιν, ἐχόντω τὸν εἱματισμόν,
25 καθ’ ὃ ἂν οἱ ἱεροὶ διατάξωντι· ἂν δέ τις ἄλλ⟨ω⟩ς ἔχει τὸν εἱματισμὸν παρὰ τὸ διάγραμμα, ἢ ἄλλο τι τῶν κεκωλυμένων, μὴ ἐπιτρεπέ-
τω ὁ γυναικονόμος καὶ ἐξουσίαν ἐχέτω λυμαίνεσθαι, καὶ ἔστω ἱερὰ τῶν θεῶν. v ὅρκος γυναικονόμου· v οἱ δὲ ἱεροὶ ὅταν καὶ αὐτοὶ ὀμό-
σωντι, ὁρκιζόντω τὸν γυναικονόμον ἐπὶ τῶν αὐτῶν ἱερῶν, εἶ μὰν ἕξειν ἐπιμέλειαν περί τε τοῦ εἱματισμοῦ καὶ τῶν λοιπῶν τῶν
ἐπιτεταγμένων μοι ἐν τῶι διαγράμματι". v πομπᾶς· ἐν δὲ τᾶι πομπᾶι ἁγείστω Μνασίστρατος, ἔπειτεν ὁ ἱερεὺς τῶν θεῶν οἷς
τὰ μυστήρια γίνεται, μετὰ τᾶς ἱερέας, ἔπειτα ἀγωνοθέτας, ἱεροθύται, οἱ αὐληταί· μετὰ δὲ ταῦτα αἱ παρθένοι αἱ ἱεραί, καθὼς ἂν λά-
ξ ἑκατέρου τοῦ θησαυροῦ χωρὶς γράψαντες ἀνενεγκάντω· ἀποδόντω δὲ καὶ Μνασιστράτωι τὸ γινόμενον αὐτ[ῶ]ι διάφορον, καθὼς ἐν τ[ῶι]
95 διαγράμματι γέγραπται. vv ἱεροῦ δείπνου vv· οἱ ἱεροὶ ἀπὸ τῶν θυμάτων τῶν ἀγομένων ἐν τᾶι πομπᾶι ἀφελόντες ἀφ’ ἑκάστου τὰ νόμιμ[α]
[μέρη] τοῖς θεοῖς [τὰ λοι]πὰ κρέα καταχρησάσθωσαν εἰς τὸ ἱερὸν δεῖπνον μετὰ τᾶν ἱερᾶν καὶ παρθένων, καὶ παραλαβόντω τόν τε ἱερῆ
[ροὶ ὅ]σα κα διοικήσωντι ἐν τᾶι παναγύρει ἢ κατακρίνωντί τινας, σύνεσιν ἀνενεγκάντω εἰς τὸ πρυτανεῖον· ἀναγραψάντω δὲ καὶ
[εἰς τ]ὸν οἶκον τὸν ἐν τῶι ἱερῶι, οὓς ἂν κατακρίνωντι καὶ ἐπὶ ποίωι ἀδικήματι. v ἀντίγραφον ἔχειν τοῦ διαγράμματος· v οἱ κατεσταμέ-
[νοι ὥ]στε γράψαι τὸ διάγραμμα, καθὼς ἂν δοκιμασθεῖ, δόντω τοῖς νομοδείκταις ἀντίγραφον· οἱ δὲ λαβόντες ἐπιδεικνυόντω τῶι
115 [χρε]ίαν ἔχοντι· καὶ ἐν τοῖς μυστηρίοις συνλειτουργούντω τοῖς ἱεροῖς καὶ ὁ κᾶρυξ καὶ αὐλητὰς καὶ μάντις καὶ ἀρχιτέκτων.
Face B
180 ἀγράφων· v εἰ δέ τινα
ἄγραφά ἐστι ἐν τῷ δι-
αγράμματι ποτὶ τὰν
σει τῶν μυστηρίων μ[η]-
θὲν τῶν κατὰ τὸ διά-
190γραμμα· εἰ δὲ μή, τὸ
γραφὲν ἀτελὲς ἔστω·
τὸ δὲ διάγραμμα κύρι-
ον ἔστω εἰς πάντα τὸν