CGRN 100
Contract (?) for the priest of Apollo (Delphinios) at Miletos
Date:
Provenance: Miletos
[...c.5..]ντων, λαμβάνειν δὲ τὰ δέρματα κ[αὶ] τὰ ἄλλα γέρεα· ἢν ἓν θ[ύη]ται, λά[ψε]-
[ται γλῶσ]σαν, ὀσφὺν δασέαν, ὤρην· ἢν δὲ πλέω θύηται, λάψεται ἀπ’ ἑκάστου ὀσφὺ[ν]
[δασ]έαν καὶ γλῶσσαν καὶ κωλῆν μίαν ἀπὸ πάντων· καὶ τῶν ἄλλων θεῶν τῶν
[ἐν]τεμενίων ὅσων ἱερᾶται ὁ ἱέρεως, λάψεται τὰ γέρεα τὰ αὐτὰ καὶ κωλῆν ἀντὶ
5[τῆ]ς ὤρης, εἰ ἢμ μὴ βασιλεὺς λαμβάνηι· ἢν δὲ εὐστὸν θύηι ἡ πόλις, λάψεται γλῶσ-
σαν, ὀσφὺν δασέαν, ὤρην· ἢν ξένος ἱεροποιῆι τῶι Ἀπόλλωνι, προϊερᾶσθαι τῶ[ν]
ἀστῶν ὃν ἂν θέληι ὁ ξένος, διδόναι δὲ τῶι ἱερεῖ τὰ γέρεα ἅπερ ἡ πόλις διδοῖ π[άν]-