τῶι μηνὶ τῶι Ἀρτεμισιῶνι τῆι δωδεκάτηι ἱερεῖα τρία,
[ἃ] θύσουσιν τῶι τε Διὶ τῶι Σωσιπόλει καὶ τῆι Ἀρτέμιδι
[τ]ῆι Λευκοφρυηνῆι καὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τῶι μὲν
νι ἀττηγόν, θύοντες τῶι μὲν Διὶ ἐπὶ τοῦ βωμοῦ τοῦ Διὸ[ς]
τοῦ Σωσιπόλιος, τῆι δὲ Ἀρτέμιδι καὶ τῶι Ἀπόλλωνι ἐπὶ τ[οῦ]
βωμοῦ τῆς Ἀρτέμιδος, λαμβάνειν δὲ τὰ γέρα τὰ ἰθισμέν[α]