θὼς ἐπάνω γέγραπται· v ὁ δὲ ταμίας, ὅσον κα παραλάβει διάφορον λοιπὸν ἐκ τούτων, γραφέτω ἐν ὑπεχθέματι εἰς τὰν ἐπισκευὰν τῶν ἐν τῶι
60 Καρνειασίωι, καὶ μὴ ἀναχρησάσθω εἰς ἄλλο μηθέν, μέχρι ἂν ἐπιτελεσθεῖ, ὅσων χρεία ἐστὶ ποτὶ τὰν τῶν μυστηρίων συντέλειαν· μηδὲ γρα-
ψάτω μηθεὶς δόγμα, ὅτι δεῖ ταῦτα τὰ διάφορα εἰς ἄλλο τι καταχρήσασθαι· εἰ δὲ μή, τό τε γραφὲν ἀτελὲς ἔστω, καὶ ὁ γράψας ἀποτεισάτω δρα-
χμὰς δισχιλίας· ὁμοίως δὲ καὶ ὁ ταμίας, ὅ τί κα ἐξοδιάσει, διπλοῦν καὶ δραχμὰς δισχιλίας· καὶ οἱ δικασταὶ μὴ ἀφαιρούντω μηθέν, καὶ τὰ πίπτοντα
ἐκ ταυτᾶν τᾶν κρισίων διάφορα ὑπαρχέτω εἰς τὰν ἐπισκευὰν τῶν ἐν τῶι Καρνειασίωι· ὅταν δὲ ἐπι{σ}τελεσθεῖ, ὅσων χρεία ἐστὶ ποτὶ τὸ συν-
τελεῖν τὰ μυστήρια, ὑπαρχέτω τὰ πίπτοντα διάφορα τῶν μυστηρίων εἰς τὰς τᾶς πόλεος ἐ⟨σ⟩όδους. v θυμάτων παροχᾶς· οἱ ἱεροὶ μετὰ τὸ κα-